阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι

Γρηγόριος ὁ Νύσσης

Προοίμιο: Ο σκοπός της πραγματείας περί της κατά Χριστόν τελειότητος

Η αποδοχή του αιτήματος περί καθοδηγήσεως προς τον ενάρετο βίο και η προβολή της συμφωνίας των έργων με τους λόγους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 7

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΟΛΥΜΠΙΟΝ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ Πρέπουσα τῇ προαιρέσει σου ἡ σπουδὴ ἡ περὶ τοῦ γνῶναι πῶς ἄν τις διὰ τοῦ κατ᾽ ἀρετὴν βίου τελειωθείη, ὥστε διὰ πάντων κατορθωθῆναί σου τῇ ζωῇ τὸ ἀμώμητον. ἐγὼ δὲ περὶ παντὸς μὲν ἂν ἐποιησάμην ἐν τῷ ἐμῷ βίῳ τῶν σοὶ σπουδαζομένων εὑρεθῆναι τὰ ὑποδείγματα, ὥστε τοῖς ἔργοις πρὸ τῶν λόγων τὴν ἐπιζητουμένην ὑπὸ σοῦ παρασχεῖν διδασκαλίαν. οὕτω γὰρ ἂν ἀξιόπιστος ἦν τῶν ἀγαθῶν ἡ ὑφήγησις, τοῦ βίου τοῖς λόγοις συμφθεγγομένου. ἐπειδὴ δὲ τοῦτο μὲν εὔχομαι γενέσθαι ποτέ, νῦν δὲ οὔπω τοιοῦτον ἐμαυτὸν βλέπω, ὡς ἀντὶ τοῦ λόγου προδεικνύειν τὸν βίον, ἵνα μὴ καθόλου δοκοίην ἀσυντελὴς εἶναί σοί τις πρὸς τὸν σκοπὸν καὶ ἀνόνητος, ἐφ᾽ ὃ δεῖ συντεῖναι τὸν ἀκριβῆ βίον ὑποθέσθαι διενοήθην, ἐντεῦθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησάμενος.