Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν ὀνομάζεσθαι
Προοίμιο και εισαγωγή του ερωτήματος
Ο Γρηγόριος απευθύνεται στον Αρμόνιο και θέτει το θεμελιώδες ερώτημα σχετικά με την αληθινή ιδιότητα και το επάγγελμα του χριστιανού.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο και εισαγωγή του ερωτήματος
Ο Γρηγόριος απευθύνεται στον Αρμόνιο και θέτει το θεμελιώδες ερώτημα σχετικά με την αληθινή ιδιότητα και το επάγγελμα του χριστιανού.
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΑΠΜΟΝΙΟΝ ΠΕΡΙ ΤΟΥ ΤΙ ΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΕΠΑΓΓΕΛΜΑ Ὅπερ ποιοῦσι πρὸς τοὺς κρατοῦντας οἱ τοῖς ἡμερινοῖς ὑποκείμενοι φόροις, εἰ πλειόνων ἡμερῶν ἐλλειφθείη τὸ χρέος, ἀθρόως τῶν κατὰ μέρος ὀφλημάτων ἀποτιννύντες ἐν κεφαλαίῳ τὸ ὄφλημα, εἴ τινος ἐπιτύχοιεν εὐπορίας, τοῦτο ποιήσω καὶ αὐτὸς ἐπὶ τῆς σεμνότητός σου. χρεωστῶν γάρ σοι τὸ συνεχῶς ἐπιστέλλειν (διότι τοῖς Χριστιανοῖς ἡ ἐπαγγελία χρέος ἐστί), τὴν ἐν τῷ παρελθόντι χρόνῳ τῶν γραμμάτων ἔλλειψιν, ἣν ἀκουσίως πεποίημαι, νῦν ἀναπληρῶσαι βούλομαι, τοσοῦτον ἐκτείνας τῆς ἐπιστολῆς τὸ μέτρον, ὥστε πρὸς τὰ συνήθη μέτρα τῶν γραμμάτων διαιρουμένην ἀντὶ πολλῶν νομισθῆναι. ὡς δ᾽ ἂν μὴ μάτην ἀδολεσχοίην τῷ μήκει τοῦ γράμματος, καλῶς ἔχειν ἡγοῦμαι διὰ τῆς ἐπιστολιμαίου ταύτης φωνῆς τὴν κατὰ πρόσωπον ἡμῶν συνουσίαν μιμήσασθαι. μέμνησαι γὰρ πάντως, ὅτι τῶν πρὸς ἀλλήλους πάντοτε ἡμῖν λόγων αἱ ἀφορμαὶ μελέται πρὸς ἀρετὴν καὶ γυμνάσιον πρὸς θεοσέβειαν ἦσαν, σοῦ μὲν ἐπιστατικῶς ἀεὶ τοῖς λεγομένοις ἀνθυποφέροντος καὶ οὐδὲν ἀνεξετάστως παραδεχομένου τῶν λεγομένων, ἡμῶν δὲ διὰ τὸ προήκειν τῷ χρόνῳ τὰ ἑκάστοτε παρὰ τῆς τοῦ λόγου ἀκολουθίας ἐπιζητούμενα διαλυόντων.
εἰ μὲν οὖν ἦν δυνατὸν καὶ νῦν γίνεσθαι οὕτως, ὥστε παρὰ τῆς σῆς συνέσεως δίδοσθαι τῷ λόγῳ τὴν ἀφορμήν, τῷ παντὶ κρεῖττον ἂν ἦν τὸ τοιοῦτον· διχόθεν γὰρ ἂν ὑπῆρχεν ἀμφοτέροις τὸ κέρδος ἔκ τε τοῦ προσορᾶν ἀλλήλους (οὗ τί γλύκιον τῶν κατὰ τὸν βίον ἐμοί;) καὶ ἐκ τοῦ παρὰ τῆς σῆς φρονήσεως πλήκτρου δίκην τὴν γηραιὰν ἡμῶν ἀνακινεῖσθαι κιθάραν. ἐπεὶ δὲ ἡ τοῦ βίου ἀνάγκη διεστάναι ἡμᾶς παρασκευάζει τῷ σώματι, κἂν ἀεὶ τὰς ψυχὰς συναπτώμεθα, ἀναγκαῖον ἂν εἴη καὶ τὸ σὸν πρόσωπον ὑποδύεσθαι, εἴ πού τις ἀντίρρησις πρὸς τὸν λόγον κατὰ τὸ ἀκόλουθον ἡμῖν ἀναφανείη. καλῶς δ᾽ ἂν ἔχοι πρῶτον ὑπόθεσίν τινα τῶν ψυχωφελῶν προθεῖναι τῷ τῶν γραμμάτων σκοπῷ, εἶθ᾽ οὕτω πρὸς τὸ προκείμενον ἀσχοληθῆναι τῷ λόγῳ. οὐκοῦν ὡς ἐν προβλήματι ζητείσθω παρ᾽ ἡμῶν Τί τοῦ Χριστιανοῦ τὸ ἐπάγγελμα; τάχα γὰρ οὐκ ἔξω τοῦ λυσιτελοῦντος ἡ περὶ τούτου σκέψις γενήσεται. εἰ γὰρ ἀκριβῶς εὑρεθείη τὸ διὰ τοῦ ὀνόματος τούτου δηλούμενον, πολλὴν ἂν λάβοιμεν πρὸς τὸν κατ᾽ ἀρετὴν βίον συνεργίαν, ἀληθῶς ὅπερ ὀνομαζόμεθα τοῦτο καὶ εἶναι διὰ τῆς ὑψηλῆς πολιτείας σπουδάζοντες.
著作
文本
在新窗口中打开相关段落。