Ἀκήκοας τῶν προειληφότων περὶ τοῦ υἱοῦ· ἄκουε δὴ καὶ τοῦ νῦν ἐπελθόντος, ὡς τὸ ἦν ἐν παρατατικῷ χρόνῳ κείμενον ἀϊδιότητος ἔχει τὴν σημασίαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος. ἀρχὴ δὲ θεοῦ ἀνθρωπίνῳ λόγῳ οὐ κατείληπται. διὰ τοῦτο δή, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὃ δή ποτε μέρος λόγου τέθεικεν ἡ γραφή, τὸ ἐν ἀρχῇ, νόει μοι ἀρχὴν θεϊκὴν ἀΐδιον οὖσαν. ταὐτοῦ δέ ποθεν σημαντικὸν καὶ τὸ ἦν. τὸ δὲ ὁ λόγος τὴν ὁμοούσιον ὑπόστασιν πρὸς τὸν πατέρα δείκνυσιν· ἵνα δὲ μὴ δοκῶμεν τὸν υἱὸν εἶναί ποτε, ὅτε ἀφανὴς ἦν ἐν τῷ πατρὶ κρυπτόμενος, καὶ ἵνα μὴ προφορικὸν λόγον καὶ ἐνδιάθετον ὑπολαμβάνωμεν (τὸν γὰρ τοιοῦτον λόγον ἐν τινὶ εἶναι χρὴ ἐννοίᾳ ἢ ἐν γράμματι καθ᾽ ἑαυτὸν ὑπόστασιν οὐκ ἔχοντα), διὰ ταῦτα εἴρηκε καὶ ὁ Ἰωάννης Καὶ ὁ λόγος ἦν—οὐκ ἐν τῷ θεῷ, ἀλλὰ—πρὸς τὸν θεόν, ἰδίαν ὑπόστασιν ἐπιγράφων τῷ λόγῳ ἐκ πατρικῆς οὐσίας ὑφεστῶσαν. τὸν αὐτὸν τρόπον καὶ ἵνα μὴ νοοῖτο σοφία ἡ τεχνιτευτική, ἡ τὸ εἶναι ἔν τινι ἔχουσα ἢ ἐν ἀνδρὶ ἢ ἐν κατασκευάσματι, εἴρηκεν Ἦν πρὸς τὸν θεόν, ἵνα νοηθῇ θεὸς ἐκ θεοῦ ὑπάρχων. πρὸς δὲ καὶ τὴν προσηγορίαν εἴληχε· Καὶ θεὸς ἦν ὁ λόγος· θεὸς δὲ ὅτι ἀρχὴν οὐκ ἂν ἔχοι, ἐπεὶ οὐκ ἂν εἴη θεός· ὅπερ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ φιλοσόφων παῖδες θεσπίζουσιν, ὧν οὐ προσῆκέ σε ἥττονα τὴν κατὰ θεὸν κεκτῆσθαι γνῶσιν.