Ἔργον
Γρηγόριος ὁ Νύσσης – Πρὸς Θεόφιλον κατὰ Ἀπολλιναριστῶν
Προοίμιο και προτροπή προς τον Θεόφιλο
Ο Γρηγόριος Νύσσης απευθύνεται στον επίσκοπο Αλεξανδρείας Θεόφιλο, ζητώντας τη συνδρομή του στην αντιμετώπιση των αιρετικών νεωτερισμών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο και προτροπή προς τον Θεόφιλο
Ο Γρηγόριος Νύσσης απευθύνεται στον επίσκοπο Αλεξανδρείας Θεόφιλο, ζητώντας τη συνδρομή του στην αντιμετώπιση των αιρετικών νεωτερισμών.
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΘΕΟΦΙΛΟΝ ΚΑΤΑ ΑΠΟΛΙΝΑΡΙΣΤΩΝ Ἀδελφῷ καὶ συλλειτουργῷ Θεοφίλῳ Γρηγόριος Οὐ μόνης ἐστὶ τῆς κοσμικῆς σοφίας εὔπορος ἡ μεγάλη τῶν Ἀλεξανδρέων πόλις, ἀλλὰ καὶ τῆς ἀληθινῆς [τῆς ὄντως] σοφίας παρ᾽ ὑμῖν ἐξ ἀρχαίου βρύουσιν αἱ πηγαί. διό μοι δοκεῖ καλῶς ἔχειν, παρ᾽ οἷς πλέων ἡ πρὸς τὸ ἀγαθόν ἐστι δύναμις, παρὰ τούτων γίνεσθαι τῆς κατὰ τὸ μυστήριον ἀληθείας τὴν συμμαχίαν. φησὶ γάρ που καὶ τὸ ὑψηλὸν εὐαγγέλιον ὅτι Ὧι πολὺ ἐδόθη, οὗτος τὸ πλέον ἀπαιτηθήσεται. οὐκοῦν δίκαιος ἂν εἴης πᾶσαν τὴν ἐκ τῆς θείας χάριτος προσοῦσαν σοί τε καὶ τῇ ἐκκλησίᾳ σου δύναμιν ἀντιστῆσαι τῇ ψευδωνύμῳ γνώσει τῶν κατὰ τῆς ἀληθείας ἀεί τι καινὸν ἐφευρισκόντων, δι᾽ ὧν τέμνεται μὲν ἡ κατὰ θεὸν συμφωνία, σιγᾶται δὲ τὸ μέγα καὶ σεβάσμιον ὄνομα τῶν Χριστιανῶν· πρὸς δὲ τὰς ἀνθρωπίνας προσηγορίας ἡ ἐκκλησία καταμερίζεται· καὶ τὸ πάντων δεινότατον, ὅτι χαίρουσιν οἱ ἄνθρωποι τοῖς πρὸς τὴν πλάνην καθηγουμένοις ἐπονομαζόμενοι. εἰ μὲν οὖν ἦν δυνατὸν καθόλου τὴν προφητικὴν εὐχὴν εἰς πέρας ἐλθεῖν καὶ ἐκλείπειν τοὺς ἁμαρτωλοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς ἀνόμους, ὥστε μὴ ὑπάρχειν αὐτούς, ἦν ἂν τὸ τοιοῦτον τῷ παντὶ προτιμότερον.
ἐπειδὴ δὲ οἱ λόγοι τῶν ἀνόμων ὑπερισχύουσιν ἐν τῇ τοῦ ἀντικειμένου ἐνεργείᾳ τὴν κατὰ τῆς ἀληθείας ἔχοντες δύναμιν, ἀγαπητὸν ἂν εἴη ἐλαττῶσαι γοῦν τὰ κακὰ καὶ κωλῦσαι πρὸς πλέον προϊοῦσαν τὴν τῶν χειρόνων ἐπαύξησιν.
著作
文本
在新窗口中打开相关段落。