Ὅστις τὸ ἐν Θαβωρίῳ τοὺς μαθητὰς περιαστράψαν φῶς φάσμα λέγει καὶ σύμβολον τοιοῦτον, οἷον γίνεσθαι καὶ ἀπογίνεσθαι, ἀλλ’ οὐ κυρίως εἶναι καὶ οὐχ ὑπὲρ πᾶσαν νόησιν, ἀλλὰ χείρω νοήσεως ἐνέργειαν, σαφῶς ἀντιφθέγγεται ταῖς τῶν ἁγίων δόξαις. Οὗτοι γὰρ κἀν τοῖς ᾄσμασι κἀν τοῖς συγγράμμασιν, ἀπόρρητον, ἄκτιστον, ἀΐδιον, ἄχρονον, ἀπρόσιτον, ἄπλετον, ἄπειρον, ἀπεριόριστον, ἀγγέλοις καὶ ἀνθρώποις ἀθέατον, ἀρχέτυπον κάλλος καὶ ἀναλλοίωτον, δόξαν θεοῦ, δόξαν Χριστοῦ, δόξαν πνεύματος, ἀκτῖνα θεότητος καὶ τὰ τοιαῦτα προσαγορεύουσι. «Δοξάζεται μὲν γάρ», φησίν, «ἡ σὰρξ ἅμα τῇ προσλήψει καὶ δόξα τοῦ σώματος ἡ δόξα τῆς θεότητος γίνεται. Ἀλλ’ ἀφανὴς ἦν ἡ δόξα ἐν τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα.