Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Εισαγωγή και πρώτες παροιμίες του γράμματος Α
Προοίμιο της συλλογής και καταγραφή των πρώτων παροιμιωδών φράσεων που αρχίζουν από το γράμμα Άλφα.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή και πρώτες παροιμίες του γράμματος Α
Προοίμιο της συλλογής και καταγραφή των πρώτων παροιμιωδών φράσεων που αρχίζουν από το γράμμα Άλφα.
ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΕΚ ΔΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ ΚΑΙ ΣΥΝΤΕΘΕΙΣΑΙ ΕΝΤΑΥΘΑ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ. ΑΡΧΗ ΤΟΥ Α. Αὕτη ἡ μήρινθος οὐδὲν ἔσπασεν ἀπὸ τῶν ἁλιευτῶν εἴρηται. Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος ἐπὶ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι οἱ θεοὶ οὐκ ὀργίζονται.
Ἀγορὰ Κερκώπων ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ. Ἀετοῦ γῆρας, κορύδου νεότης παρόσον καὶ γηράσκων ἀετὸς κρείττων ἐστὶ νεάζοντος ὄρνιθος. Ἀγαθὰ Κιλίκων ἐπὶ τῶν οὐ καλῶς πλουτούντων.
Προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος ὅτι οὐδὲ ἀτελῶν Ἀδώνιδος κῆπος ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι ὅτι προσήκει τινὰ ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων.
Ἄλλην δρῦν βαλάνιζε ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τοῖς αἰτοῦσιν εἰώθασι λαμβάνειν. Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων. Ἅλα καὶ κύαμον ἐπὶ τῶν μὴ εἰδότων καὶ προσποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι.
Αἴρειν μασχάλην ἀντὶ τοῦ εὐωχιάζειν. εἴρηται δὲ ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. Αἲξ τὴν μάχαιραν. Ἄδακρυς πόλεμος· καί· Καθεύδοντος τρόπαιον ἐπὶ τῶν ῥᾷστα καὶ παρὰ ἐλπίδα κατορθούντων. Αἰεὶ κολοιὸς πρὸς κολοιόν· καί· Αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς τὸν ὁμοῖον.
著作
文本
在新窗口中打开相关段落。