阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες υπό το γράμμα Γ και λοιπές εκφράσεις

Καταγραφή και ερμηνεία παροιμιών που αρχίζουν από το γράμμα Γ, καθώς και διαφόρων άλλων παροιμιωδών εκφράσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 2

Βατράχῳ ὕδωρ· καί· στέαρ γαλῇ ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. Βαλανεύς ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσίν. ΑΡΧΗ ΤΟΥ Γ. Γνῶθι σαυτόν ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων.

Γνῶθι σαυτόν ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων. Ἐκ παντὸς ξύλου εἰπὲ τὸ πλῆρες ὅτι Ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτο. Λέγεται δὲ ἐπὶ τῶν τὸ μὲν εἶδος εὐτελῶν, εἰς δὲ χρείας ἀναγκαίων.

Ἐν μέλιτι σαυτὸν κατακρύπτεις ἐπὶ τῶν ἡδυπαθείας μεταδιωκόντων. Εἴληφεν ἡ παγὶς τὸν μῦν ἐπὶ τῶν ἀξίως ἑαλωκότων. Εἰς κόλπους πτύειν ὅμοιον τῷ· οὐ μεγαλοῤῥημονεῖν. Κερκωπίζειν ἀντὶ τοῦ δολιεύεσθαι καὶ ἀπατᾶν. μετενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων.

Κρητίζειν ἐπὶ τοῦ ψεύδεσθαι. ἀπατηλοὶ γὰρ οἱ Κρῆτες. Ὄνος λύρας ἀκούει ἐπὶ τῶν ἀπαιδεύτων. Ὑπηνέμια τίκτει τὰ ψευδῆ καὶ ἀβέβαια.