Λύσις.
Μαχαίρας ἀγοράσαι ὁ Κύριος τοῖς μαθηταῖς προσέταξεν, οὐχ ὥστε ταύταις εἰς ἄμυναν χρήσασθαι, ἀλλὰ τὸ πάθος διὰ τούτων πιστούμενος, ἅμα δὲ καὶ προφητείαν πληρῶν, ὅτι, Μετὰ ἀνόμων κατελογίσθη.
Τὸ γὰρ ἐν νυκτὶ βαλάντιά τε καὶ μαχαίρας μεταχειρίζεσθαι, λῃστρικὸν ἂν εἴη σχῆμα. Οὐ μέντοι γέγραπται πυθομένοις τοῖς μαθηταῖς ἐπιτρέψας ὁ Κύριος, ὥστε ταῖς μαχαίραις χρήσασθαι. Ἅμα γὰρ τὸ ἐρωτῆσαι, εὐθὺς ὁ Πέτρος τοῦ δούλου τὸ ὠτίον ἐξέτεμεν, μὴ ἀναμείνας τὴν ἀνταπόκρισιν. Εἰ δὲ Ματθαῖος μέν φησιν εἰρηκέναι τὸν Κύριον· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, καὶ τὰ ἑξῆς· ἕτερος δὲ ὅτι· Ἐάσατε ἕως τούτου ἀμφότερα τὸ αὐτὸ δηλοῦσιν, ὡς οὐκ ἀποδεξαμένου τοῦ Κυρίου τὸ γεγονός.