阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸ Λευιτικόν (ἀπόσπασμα)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η σφαγή του πτηνού ως προτύπωση του πάθους και του βαπτίσματος

Συσχετισμός της θυσίας του ενός πτηνού στο πήλινο αγγείο με το πάθος του Χριστού και το μυστήριο του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 3

Τῶν ὀρνιθίων τοίνυν ἅπερ ἔφαμεν εἶναι Θεὸν καὶ ἄνθρωπον, τὸ μὲν ἓν ἐπιτρέπει σφάζειν, ὅπερ ἦν παθητὸν καὶ δυνάμενον σφάζεσθαι, σφάζεσθαι δὲ εἰς ἀγγεῖον ὀστράκινον ἐφ’ ὕδατι ζῶντι. Εἰς ἡμᾶς γάρ, τουτέστιν ὑπὲρ ἡμῶν οἵπερ ἔσμεν ἀγγεῖον ὀστράκινον ἐκ πηλοῦ κατηρτισμένον, ὁ μονογενὴς κατὰ τὴν σάρκα σφάζεται ἐφ’ ὕδατι ζῶντι τοῦ βαπτίσματος.

Ὁ γὰρ θάνατος αὐτοῦ τὸ ἡμέτερον χαρακτηρίζει βάπτισμα. Ἐν τούτῳ γὰρ τὸ ζῶν ὀρνίθιον καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ ἡ ὕσσωπος βάπτεται. Πάντα γὰρ ταῦτα περιέχεται τῇ δυνάμει τοῦ βαπτίσματος.

Ἀλλὰ γὰρ τὸ ζῶν ὀρνίθιον— τοῦτο γὰρ ἐξέβαλεν ὁ λόγος εἰς τὴν τοῦ μονογενοῦς θεότητα—ἐν τῷ αἵματι καὶ αὐτὸ τοῦ σφαγέντος ὀρνιθίου καὶ τῷ ὕδατι βαπτίζεται, τουτέστιν ἐν τῇ τοῦ βαπτίσματος χάριτι, ἐπειδήπερ οὐκ εἰς ἀνθρώπου πάθος, Θεοῦ δὲ δεῖ ἄνθρωπον βαπτίζεσθαι.