Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα.
Ἐκακώθην συκοφαντούμενος, ἐταπεινώθην μηδὲν τοῖς συκοφαντοῦσι ἀποκρινόμενος. οὕτως δὲ σφόδρα ἐταπεινώθην, ὁρκίζοντος τοῦ ἀρχιερέως· εἰ σὺ εἶ ὁ Χριστός, οὐκ εἶπον ναί, ἀλλὰ σὺ λέγεις, ἐμαυτὸς μηδὲ ἐν τούτῳ δοξάσαι βουλόμενος, εἰ καὶ ἐκεῖνοι τὴν ἀμφίβολον ἀπόκρισιν ὑπὸ τῆς ἀληθείας ἀναγκαζόμενοι, εἰς βεβαίωσιν ἔλαβον. {ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.} Ὠρυόμην λέγει, ἵνα δείξῃ τοῦ στεναγμοῦ τὸ μέγεθος, καὶ ὅτι καθάπερ λέων θήρας ἐφιέμενος, εἶτα τέως οὐκ εὑρίσκων ὠρύεται, οὕτω καὶ αὐτὸς ἐστέναζεν ἡνίκα ἡ θῆρα τῆς τῶν Ἰουδαίων σωτηρίας οὐ προσήρχετο. βεβαιοῖ δὲ τὸν λόγον τὰ ἑπόμενα.