Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαιρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι;
Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χορὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώτισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖττον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε ἔλεγεν· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος». Οὔτε γὰρ Πιλᾶτον κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπείρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται διηγήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ᾽ ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγίνου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν.