Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι, τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν καὶ Μωυσέως. Τί ἐν νόμῳ προέγραψε; — «Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσετε.» Βλέπε τί προφητεύων Ἠσαΐας βοᾷ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἄκουσον Ἰερεμίου κεκραγότος μεγάλα· «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ ὑποκαταβαίνων φησίν· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὅρα πάλιν τί Ζαχαρίας ἐσήμανεν· «Ἰδοὺ ἀνήρ, 〈ἀνατολὴ〉 ὄνομα αὐτῷ» 〈καὶ Μαλαχίας· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης〉 καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Καὶ τὸν λόγον αἱμόρρους γυνή, μετὰ πολλὰ ἔτη ἰαθεῖσα, σὺν καὶ ἄλλοις ἐβεβαίωσε καὶ ἐσφράγισε, τῇ ἁφῇ τοῦ κρασπέδου δεξαμένη τὴν ἴασιν. Τί; Τὸν Ἰεζεκιὴλ καὶ τὸν «ἄνδρα τῶν ἐπιθυμιῶν» φιλολόγως ἀνάγνωθι.