Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸ ἅγιον πάσχα (λόγος δ΄)
Προφητικές μαρτυρίες και δοξολογία
Παράθεση προφητειών του Ωσηέ και του Ησαΐα για την έγερση και την εξύψωση του Αδάμ, η οποία καταλήγει σε δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προφητικές μαρτυρίες και δοξολογία
Παράθεση προφητειών του Ωσηέ και του Ησαΐα για την έγερση και την εξύψωση του Αδάμ, η οποία καταλήγει σε δοξολογία.
Ἠγέρθη, καθὼς εἶπεν αὐτός.» Ὃ ἄγγελος εἶπεν, οὐ χωρεῖ οὐδὲ προφήτης ἑρμηνεῦσαι· Ὡσηὲ τὸν καιρὸν τῆς ἀναστάσεως λέγει, Ἠσαΐας οἶδεν, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταται. Ταῦτα μὲν γὰρ Ὡσηὲ προφητείας τὰ ῥήματα· «Πορευσώμεθα καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς» πέπαικεν «καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ.» Ἄκουε πάλιν ποῖα Ἠσαΐας ἐσάλπισεν· «Ἠισχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών.
Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε.» Πρὸς γὰρ τοὺς Ἰουδαίους τὸν λόγον ἀπετείνετο· 〈νῦν ἀναστήσομαι〉 ὅταν ἐγείρω τὸν Ἀδὰμ ὃν ἡ παράβασις ἔρριψεν, 〈νῦν δοξασθήσομαι〉 ὅταν τοῖς ἔθνεσιν τῶν παθῶν συστήσω τὴν ἀπάθειαν, 〈νῦν ὑψωθήσομαι〉 τὴν ὑμετέραν 〈ἀπαρχὴν〉 εἰς οὐρανοὺς ὑψῶν καὶ εἰς τὴν καθέδραν τῶν χερουβὶν ἐπαίρων «τὴν τοῦ δούλου μορφὴν» ἥνπερ ἐξ ὑμῶν κέκτημαι, 〈νῦν ὄψεσθε〉 παυομένους τοὺς τύπους, ἀνθοῦσαν τὴν ἀλήθειαν, 〈νῦν αἰσχυνθήσεσθε〉 συκοφαντοῦντες ῥήμασιν καὶ ἡττώμενοι πράγμασιν, ὅτι τῷ θεῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。