Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἰάκωβον καὶ τὸν Δαυίδ
Έπαινος του αποστόλου Ιακώβου του Αδελφοθέου
Εγκωμιαστική αναφορά στον ρόλο του Ιακώβου ως ηγέτη της νέας Ιερουσαλήμ και στη νομοθετική του αυθεντία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Έπαινος του αποστόλου Ιακώβου του Αδελφοθέου
Εγκωμιαστική αναφορά στον ρόλο του Ιακώβου ως ηγέτη της νέας Ιερουσαλήμ και στη νομοθετική του αυθεντία.
Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἰερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα; Πέτρος δημηγορεῖ, ἀλλ᾽ Ἰάκωβος νομοθετεῖ, καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος· «Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, καὶ ἑξῆς». «Ἐγὼ κρίνω»· οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις, οὐδὲ φαυλίζειν τὸ ψήφισμα· «Ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον, ἀλλ᾽ ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσσαν παρέχω, ἀλλ᾽ ὁ δημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω.»
著作
文本
在新窗口中打开相关段落。