Χρὴ τοίνυν παρ᾽ αὐτοῦ τὴν χάριν ἀναμένειν, τὸν λόγον προσδοκᾶν, τῆς ὁμολογίας τὴν χάριν ἐκδέχεσθαι, τὴν πανοπλίαν ἐλπίζειν, πρὸς ἣν ὁ ἐχθρὸς οὐ δύναται, ὅτι παρὰ θεοῦ χαλκεύεται. «Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.» Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς καθ᾽ ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν χρείᾳ τοῦ τροχοῦ τοῦ κεραμικοῦ γένωνται οὕτω τε τοῦ κεραμέως ἀνάμνησιν καὶ πρὸς ἀνάγκην λάβωσι. «Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου»· ἱκανὸν ὑμῖν εἰς δόξαν, αὔταρκες εἰς ἀξίωμα, οὐ μικρὸν εἰς πεποίθησιν, ὅτι παρὰ πάντων μισεῖσθε· ὁ ἐπὶ πάντων δὲ ὑμᾶς προδοῦναι οὐκ ἀνέχεται, ἀλλ᾽ ἐπιμένει στέργων καὶ θάλπει τὴν ἀγάπην θερμότερον· «Ἔσεσθε γὰρ μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομένων εἰς τέλος, οὗτος σωθήσεται.» Ἄκουε τὸν λόγον, ὦ πιστέ, καὶ τὴν ἐντολὴν φύλαττε καὶ τὴν ὑπομονὴν ἀπὸ σπουδῆς γεώργησον καὶ τὸν ἐξ αὐτῆς ἄσταχυν μετὰ πολλῆς τῆς εὐφροσύνης θέρισον. Τρύγησον τὴν σταφυλήν, τὸν βότρυν ληνοβάτησον.