Ταῦτα ὁ νόμος καὶ Μωυσῆς δι᾽ αὐτοῦ, ἐν ἑκατέρῳ δὲ τούτων μᾶλλον ὁ θεὸς μαρτύρεται τὸν λαὸν τὸν ἀγνώμονα· ὃν ἐλέγχων Στέφανος ὁ θεολόγος παρ᾽ αὐτῶν ὀνομάζεται βλάσφημος.
Καί φησιν ὁ ἀρχιερεύς· «Εἰ ταῦτα οὕτως ἔχει;» Οὐ γὰρ οἶδας ὅπως ἔχει; Οὐ σὺ τὸν δόλον ἐσκεύασας; Οὐ σὺ τοὺς συκοφάντας ἐμισθώσω; Οὐ σοὶ μισθαρνοῦσιν οἱ τῆς ἀπάτης μάρτυρες; «Ἀλλὰ χρεία, φησίν, ψεύδους καὶ ὑποκρίσεως· καὶ δόλου πρὸς τὴν παγίδα τὴν προβληθεῖσαν χρῄζομεν. Οὕτω τὸν Ἰωσὴφ πεπράκαμεν, τὸν Ναβουθαὶ πεφονεύκαμεν, τὸν Χριστὸν ἐσταυρώσαμεν.» Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν, ὡς ἀληθείας μάρτυρι, κἀκείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.» Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχαλίνωτον.»