阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Υποδοχή του ιερού σκηνώματος και τελική δοξολογία

Η θριαμβευτική υποδοχή των λειψάνων του αγίου στην Κωνσταντινούπολη, τα θαυμαστά σημεία ειρήνευσης και η καταληκτήρια ανακεφαλαίωση των ευεργεσιών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 12 από 12

Καὶ πάντες ὁμοθυμαδὸν καρδίᾳ κινοῦντες καὶ χείλεσιν· «Ἀπόλαβέ σου τὸν θρόνον, παναγιώτατε πάτερ» ἀνέκραζον. Ἀπὸ δὲ τῆς τιμίας ταύτης σοροῦ τρανῶς εἰς ἅπαντας ἐξηκούετο φωνῆς βοώσης· «Εἰρήνη παντὶ τῷ ποιμνίῳ μου καὶ πάσῃ τῇ πόλει» λεγούσης, ὥστε τοὺς πάντας ὑπερεκπλήττεσθαι.

Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ καί τις ἀνήρ, πρὸ πολλοῦ τῷ σώματι λελωβημένος καὶ σεσηπὼς ἐκ τῆς λεγομένης ἱερᾶς νόσου καὶ τὰ ἕλκη τετρυχωμένος, προσψαύει ἐπὶ μικρὸν τῆς σοροῦ· καὶ παραχρῆμα τῆς νόσου ἰάθη καὶ αἱ λεπίδες τοῦ σώματος ἠφανίσθησαν· καὶ ὑγιὴς καὶ ἄρτιος κατασταθεὶς ἐδόξαζε τὸν θεόν.

Τῆς ὑπερουσίου τριάδος ἡ χάρις τρία ἀγαθὰ διὰ τοῦ αὐτῆς θεράποντος ἐνήργησε, τὴν μὲν πόλιν τοῦ σεισμοῦ καὶ τοῦ πολυχρονίου κλόνου ἐλευθερώσας, τὴν δὲ εἰρήνην διὰ τῶν Ἰωάννου χειλέων νεκροῦ τῷ σώματι, ζῶντος τῷ πνεύματι χορηγήσας καὶ τῆς λέπρας καὶ σήψεως λωβικῆς τὸν ἄνθρωπον ἀπαλλάξας. ᾟ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.