Ἔργον
Ἱππόλυτος Ῥώμης – Ἀπόδειξις χρόνων τοῦ πάσχα
Η ενανθρώπηση και η υποταγή στον νόμο
Θεολογικά αποσπάσματα περί της συλλήψεως του Λόγου στην κοιλία της Παρθένου και του σκοπού της υποταγής του Χριστού στον νομικό τύπο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η ενανθρώπηση και η υποταγή στον νόμο
Θεολογικά αποσπάσματα περί της συλλήψεως του Λόγου στην κοιλία της Παρθένου και του σκοπού της υποταγής του Χριστού στον νομικό τύπο.
Ἱππολύτου. Εἰ δὲ βούλει, λόγος θεοῦ ἦν πρωτότοκος, ἀπ᾽ οὐρανῶν ἐπὶ τὴν μακαρίαν Μαρίαν κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵνα ὁ πρωτότοκος λόγος τοῦ θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ.
Ἱππολύτου. Ὅτε “αὐτὸν ἀνήγαγον εἰς τὸ ἱερόν, παραστῆσαι τῷ κυρίῳ„, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφοράς. εἰ γὰρ τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, ταύτῃ καὶ ὑπὸ νόμον γέγονεν. οὔτε δὲ ὁ λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζουσιν, αὐτὸς ὢν ὁ νόμος· οὔτε ὁ θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα καὶ ἁγιάζων. ἀλλ᾽ εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθείς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμενε τὰς θεραπείας, ἀλλ᾽ ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς.
著作
文本
在新窗口中打开相关段落。