Ἔργον
Ἱππόλυτος Ῥώμης – Ἀπόδειξις χρόνων τοῦ πάσχα
Το δείπνο, το Πάθος και η ανθρώπινη φύση
Αναφορά στο δείπνο του Χριστού αντί του νομικού πάσχα και ερμηνεία της προσευχής περί του ποτηρίου ως απόδειξη της ανθρώπινης φύσεως.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Το δείπνο, το Πάθος και η ανθρώπινη φύση
Αναφορά στο δείπνο του Χριστού αντί του νομικού πάσχα και ερμηνεία της προσευχής περί του ποτηρίου ως απόδειξη της ανθρώπινης φύσεως.
Καὶ πάλιν ὁ αὐτὸς (d. h. Ἱππόλυτος) ἐν τῷ πρώτῳ λόγῳ τοῦ Περὶ τοῦ ἁγίου πάσχα συγγράμματος εἴρηκεν οὕτως· Οὐδὲ ἐν τοῖς πρώτοις οὐδὲ ἐν τοῖς ἐσχάτοις ὡς οὐκ ἐψεύσατο πρόδηλον, ὅτι ὁ πάλαι προειπὼν ὅτι “οὐκέτι φάγομεν τὸ πάσχα„ εἰκότως τὸ μὲν δεῖπνον ἐδείπνησε πρὸ τοῦ πάσχα, τὸ δὲ πάσχα οὐκ ἔφαγεν, ἀλλ᾽ ἔπαθεν. οὐδὲ γὰρ καιρὸς ἦν τῆς βρώσεως αὐτοῦ.
Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῆς εἰς τὸ πάσχα ἐξηγήσεως. Ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ, γεμίσας δὲ τὸ πᾶν πρὸς πάσας τὰς ἀερίους ἀρχάς, γυμνὸς ἀνταπεδύσατο, καὶ πρὸς ὀλίγον βοᾷ “παρελθεῖν τὸ ποτήριον„, ἵνα δείξῃ ἀληθῶς ὅτι καὶ ἄνθρωπος ἦν, μεμνημένος δὲ καὶ δι᾽ ὃ ἀπεστάλη, πληροῖ τὴν οἰκονομίαν εἰς ἣν ἀπεστάλη καὶ βοᾷ “πάτερ μὴ τὸ θέλημά μου„, “τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής„.
著作
文本
在新窗口中打开相关段落。