阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Χριστολογική προσέγγιση των τεσσάρων επιτυχών πορειών

Εξήγηση των τεσσάρων όντων που διαβαίνουν επιτυχώς, με επίκεντρο τη σωτηριώδη οικονομία του σεσαρκωμένου Λόγου και το αποστολικό κήρυγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 4

Τρία ἐστὶν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει». Ἄγγελοι ἐν οὐρανοῖς, ἅγιοι ἐπὶ τῆς γῆς, ψυχαὶ δικαίων ὑπὸ γῆν. «Καὶ τὸ τέταρτον», ὁ θεὸς λόγος σαρκωθείς· διέβη καλῶς μήτραν παρθένου, ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη ἐν κόσμῳ, κῆρυξ ἀληθείας γενόμενος· διέβη ἐν ᾅδῃ, τὰς ψυχὰς τῶν πεπεδημένων λῦσαι τοῦ δεσμοῦ βουλόμενος· διέβη πύλας οὐρανῶν, ἀπαρχὴ ἀναστάσεως καὶ ἀναλήψεως πᾶσι γενόμενος. «Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν». Χριστὸς ὁ ὑπὸ Ἰακὼβ ἐν τῷ Ἰούδᾳ προφητευόμενος. «Ἀλέκτωρ περιπατῶν ἐν θηλείαις εὔψυχος». Παῦλος ἐν ταῖς ἐκκλησίαις προθύμως κηρύσσων τὸν λόγον τοῦ θεοῦ. «Τράγος ἡγούμενος αἰπολίου». Ὁ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κόσμου σφαγιασθείς. «Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει». Χριστὸς βασιλεύσας ἐπὶ τὰ ἔθνη, δημηγορεῖ διὰ προφητῶν καὶ ἀποστόλων τὸν λόγον τῆς ἀληθείας.