Ὅσα ἦν ἀναγκαῖα πρὸς ἐκκλησιαστικὸν ὅρον, ταῦτα καὶ μόνον ἐσημειώθη.
Καὶ τοῦτο οὐκ ἔστιν ἐμὸν τὸ ῥῆμα, ἀλλ᾽ ἄκουσον τῆς βίβλου τῶν παροιμιῶν αὐτοῦ που μέσον οὕτως δογματιζούσης· «Αὗται αἱ παροιμίαι, φησί, Σολομῶντος αἱ ἀδιάκριτοι ἃς ἐξελέξαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως». Εἰ δὲ ἐκεῖνοι ἀδιακρίτους αὐτὰς εἶπον, τί εἴπωμεν ἡμεῖς οἱ βραχεῖς καὶ ταπεινοί, πλεῖστα αὐτῶν ἀπολιμπάνοντες ὅπως τε δυσερμηνευτοί εἰσιν. Ἐδόθη γὰρ αὐτῷ, φησί. «χύμα καρδίας» ὥστε μὴ παρεμποδίζεσθαι αὐτὸν μηδὲ τὸ τυχὸν φιλοσοφῆσαι. Τὸ δὲ «ἐξελέξαντο» τοιοῦτόν ἐστιν. Τελευτήσαντος Σολομῶντος, μετὰ πλεῖστα ἔτη, ἦλθεν Ἐζεκίας ὁ βασιλεύς. Σοφὸς δὲ ὁ ἀνὴρ καὶ δίκαιος καὶ εὐγνώμων ἐνώπιον κυρίου θεοῦ αὐτοῦ. Διὰ τοῦτο γὰρ εἶπεν ἡ βίβλος ὅτι οἱ φίλοι Ἐζεκίου ἐξελέξαντο, ἵνα μάθῃς ὅτι ἀξιοπίστου ὀνόματος προσήγαγε μάρτυρας. Πάντως γὰρ οὐκ ἂν αὐτοὺς ἐκέκτητο φίλους, δίκαιος ὤν, εἰ μὴ τῶν τῆς εὐσεβείας ὅρων συμμύσται αὐτῷ καὶ ὁμόφρονες ὑπῆρχον. Καὶ πόθεν φησὶν ἐξελέξαντο; Ἐν αἷς εἶπε πεντακισχιλίαις ᾠδαῖς καὶ τρισχιλίαις παραβολαῖς. Σοφοὶ γὰρ ὑπάρχοντες ἀκριβῶς ἐξελέξαντο. Τοῦτο δὲ οὐκ ἄνευ τῆς οἰκονομίας τοῦ πνεύματος γέγονεν, ἵνα τὸ μυστήριον τὸ μέλλον φανερωθῇ δι᾽ αὐτῶν ἐπ᾽ ἐσχάτων ἀποτελούμενον.