Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ.
Ἀγαπητοί· ὥσπερ μήτηρ φιλότεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται τοῦ παιδὸς ἐφέλκοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβος τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προαίρεσιν τοῦ τρέφειν ἡπλωμένην ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδιδομένην ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖς τῇ προτεραίᾳ τὴν θηλὴν τῆς διανοίας ὑμῖν ὑποβαλόντες ἐτερπόμεθα ὑμῶν ἐφελκόντων τὸ γάλα τοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθης νέφος ὑποδραμὸν τῇ διανοίᾳ, τὸν λόγον, ἀνέκοψεν, τότε δὴ καὶ ὑμεῖς ἠγανακτήσατε ὡς ἀποστερούμενοι τῶν εὐαγγελικῶν διδαγμάτων τὰ νοήματα, καὶ ἡμεῖς ἐδυσφοροῦμεν, τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκτεταμένην ἔχοντες, τὸν δὲ νοῦν κωλυόμενον ὑπὸ τῆς λήθης ὁρῶντες.