阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ περὶ τῆς ἀναστάσεως τοῦ Λαζάρου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Επίλογος: Ο Λάζαρος ως τύπος της κοινής αναστάσεως

Το θαύμα προβάλλεται ως αδιάψευστη απόδειξη και εχέγγυο της μελλοντικής γενικής αναστάσεως των νεκρών, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 4

Λάζαρε δεῦρο ἔξω„· καὶ ἡ ψυχὴ ἐκ τῶν καταχθονίων ἀνασπαστὸς ἐγίνετο, μὴ διαβόλου ἀντιλέγοντος, μὴ θανάτου ἀντιπαλαίοντος, καὶ χαίρουσα τὸ ἴδιον οἴκημα ἐπεγίνωσκεν. τούτων τῶν θαυματουργημάτων, ἀγαπητέ, τὸ θεῖον ἔργον θεωρήσας, τὴν ἀνάστασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι ἔσοπτρον ὁ Λάζαρος, καὶ ἐν ἐκείνῳ σεαυτὸν θεωρήσας, τὴν ἀνέγερσιν πίστευε. ἡ αὐτὴ γὰρ φωνὴ πάντας ἡμᾶς ἀναστήσει, ὥς που καὶ ὁ ἀπόστολος λέγει “σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι„ τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.