Ἔργον
Ἱππόλυτος Ῥώμης – Σύνταγμα
Αποσπάσματα από την επιστολή προς βασιλίδα
Θεολογική αναφορά στον Χριστό ως απαρχή των κεκοιμημένων και στη βεβαιότητα της ανάστασης της σαρκός.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Αποσπάσματα από την επιστολή προς βασιλίδα
Θεολογική αναφορά στον Χριστό ως απαρχή των κεκοιμημένων και στη βεβαιότητα της ανάστασης της σαρκός.
Τοῦ ἁγίου Ἱππολύτου τοῦ ἐπισκόπου καὶ μάρτυρος, ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. ‹Ἀπαρχὴν› οὖν τοῦτον λέγει ‹τῶν κεκοιμημένων,› ἄτε ‹πρωτότοκον τῶν νεκρῶν.› Ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον ὅπερ ἦν καὶ ἀποθνῆσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμὰν ἕφη· ‹Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.› Τοῦ αὐτοῦ, ἐκ τῆς αὐτῆς ἐπιστολῆς. ‹Ἀπαρχὴν› τοῦτον εἰπὼν, ἐπεμαρτύρησε τῷ ὑφ᾽ ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ Σωτὴρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκὸς, ἵν᾽ οἱ πάντες ἐπ᾽ ἐλπίδι τοῦ ἐγηγερμένου, προσδόκιμον τὴν ἀνάστασιν ἕξωμεν οἱ πιστεύσαντες.
著作
文本
在新窗口中打开相关段落。