Πᾶσα γὰρ προφητεία πρὸ τῆς ἐκβάσεως αἴνιγμά ἐστι καὶ ἀντιλογία τοῖς ἀνθρώποις· ὅταν δὲ ἔλθῃ ὁ καιρὸς καὶ ἀποβῇ τὸ προφητευθέν, τότε τῆς ἀκριβεστάτης ἐπέτυχεν ἐξηγήσεως. Καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων μὲν ἀναγινωσκόμενος ὁ νόμος ἐν τῷ νῦν καιρῷ μύθῳ ἔοικεν· οὐ γὰρ ἔχουσι τὴν ἐξήγησιν τῶν πάντων, ἥτις ἐστὶν ἡ κατ᾽ ἄνθρωπον παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὑπὸ δὲ χριστιανῶν ἀναγινωσκόμενος, θησαυρός ἐστι, κεκρυμμένος μὲν ἐν ἀγρῷ, αὐτοῖς δὲ ἀποκαλυπτόμενος Οὕτω Παῦλος ἀπελογεῖτο Κορινθίοις· «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» «Οὐδένα ἠδικήσαμεν» Τοιούτους πρεσβυτέρους ἀνατρέφει ἡ ἐκκλησία· περὶ ὧν καὶ ὁ προφήτης φησίν· «Δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.» Μὴ εἰδότος τοῦ Λώτ, μηδὲ ἡδονῇ δουλεύσαντος, τοῦτο γεγένηται, ἀλλὰ πάντως οἰκονομία ἐπετελεῖτο, δι᾽ ἧς αἱ δύο συναγωγαὶ ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ Πατρὸς τεκνοποιησάμεναι ἐμηνύοντο ἄνευ σαρκὸς ἡδονῆς. Οὐ γὰρ ἦν ἄλλος οὐδεὶς σπέρμα ζωτικὸν καὶ τέκνων ἐπικαρπίαν δυνάμενος δοῦναι αὐταῖς, καθὼς γέγραπται.