Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα
Προσευχές μετανοίας και ικεσίας προς τον Θεό
Προτροπές για πένθος και δάκρυα, εξομολόγηση της πνευματικής ψυχρότητας και επίκληση της θείας χάριτος για την ίαση της ψυχής.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προσευχές μετανοίας και ικεσίας προς τον Θεό
Προτροπές για πένθος και δάκρυα, εξομολόγηση της πνευματικής ψυχρότητας και επίκληση της θείας χάριτος για την ίαση της ψυχής.
Βρυέτω τὸ στόμα σου ὀδυνηρὰς φωνάς, αἷς οἱ ἄγγελοι ἐπιτέρπονται. Βάψον σου τὰς παρειὰς ἐν τῷ κλαυθμῷ τῶν ὀφθαλμῶν σου, ἵνα ἐπαναπαύσηταί σοι τὸ ἅγιον Πνεῦμα, καὶ ἀπολούσηταί σε τοῦ ῥύπου τῆς κακίας σου. Ἐξιλέωσαί σου τὸν Κύριον ἐν δάκρυσιν, ἵνα πρὸς σὲ παραγένηται. Ἐπικάλεσαι Μαρίαν καὶ Μάρθαν διδάξαι σε πενθικὰς φωνάς”.
Ὁ τὸν Λάζαρον κλαύσας καὶ δάκρυα λύπης στάξας ἐπ’ αὐτόν. δέξαι δάκρυα πικρίας μου. Τοῖς πάθεσί σου τὰ πάθη μου θεράπευσον. Τοῖς τραύμασί σου, τὰ τραύματά μου ἰάτρευσον. Τῷ αἵματί σου, τὸ αἷμα μου καθάγνισον, καὶ συγκέρασον τῷ σώματί μου τὴν ὀσμὴν τοῦ ζωοποιοῦ σου σώματος.
Ἡ χολή, ἣν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, γλυκάναι μου τὴν ψυχὴν ἀπὸ τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισε. Τὸ σῶμα σου τὸ ἐπὶ ξύλου σταυροῦ τανυσθέν, διαπετάσαι μου τὸν νοῦν πρὸς σέ, τὸν ὑπὸ τῶν δαιμόνων ἑλκυσθέντα.
Ἡ κεφαλή σου, ἣν ἐπὶ τοῦ σταυροῦ ἔκλινας, ὑψώσαι μου τὴν κεφαλὴν τὴν κολαφισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων. Αἱ πανάγιαί σου χεῖρες, αἱ καθηλωθεῖσαι ὑπὸ τῶν ἀπίστων ἐν τῷ σταυρῷ, ἀναγαγέτωσάν με πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, ὡς ὑπέσχετο τὸ πανάγιόν σου στόμα.
Τὸ πρόσωπόν σου, τὸ δεξάμενον ἐμπτυσμὸν ὀνειδισμοῦ ὑπὸ τῶν ἐπικαταράτων, στιλβωσάτω μου τὸ πρόσωπον τὸ χρανθὲν ἐν ταῖς ἀνομίαις. Ἡ ψυχή σου, ἣν παρέδωκας τῷ Πατρί σου ἐν τῷ σταυρῷ, ὁδηγησάτω με πρὸς σὲ ἐν τῇ χάριτί σου.
Οὐκ ἔχω καρδίαν ὀδυνηρὰν πρὸς ἀναζήτησίν σου. Οὐκ ἔχω μετάνοιαν οὐδὲ κατάνυξιν, τὰ ἐπάγοντα τὰ τέκνα πρὸς τὴν αὐτῶν κληρονομίαν. Ἐσκότισταί μου ὁ νοῦς ἐν τοῖς βιωτικοῖς καὶ οὐκ ἰσχύει ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνῃ.
Ἔψυκταί μου ἡ καρδία ἐκ τοῦ πλήθους τῶν πειρασμῶν, καὶ οὐ δύναται θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης. Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον καὶ καρδίαν ἐπίπονον, ἵνα ἐξέλθω ὁλοψύχως εἰς ἀναζήτησίν σου· χωρὶς γὰρ σοῦ, παντὸς ἀγαθοῦ ξένος εἰμί.
Χάρισαί μοι, ὦ ἀγαθέ, τὴν χάριν σου. Ὁ Πατήρ, ὁ προαγαγών σε ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἀνακαινισάτω ἐν ἐμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μὴ ἐγκαταλίπῃς με. Ἐξῆλθον ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου, καὶ εἰσάγαγέ με εἰς τὴν νομήν σου, καὶ συναρίθμησόν με τοῖς προβάτοις τοῖς ἐκλεκτοῖς τῆς ποίμνης σου.
Καὶ διάθρεψόν με μετ’ αὐτῶν ἐκ τῆς χλόης τῶν θείων μυστηρίων σου, ὧντινων ἡ καθαρὰ καρδία καταγώγιον ὑπάρχει, καὶ ἐπ’ αὐτῇ καθορᾶται ἡ ἔλλαμψις τῶν σῶν ἀποκαλύψεων, ἥτις ἐστὶ παράκλησις καὶ ἀναψυχὴ τῶν κοπιασάντων διὰ σὲ ἐν ταῖς θλίψεσι καὶ ταῖς παντοδαπαῖς αἰκίαις· ἧς τινος ἐλλάμψεως, ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ σοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
著作
文本
在新窗口中打开相关段落。