ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ
Οἶδά ποτε διαλεγόμενον πρὸς ἐμὲ δεινὸν Ἕλληνα καὶ παρὰ πολλοῖς ἐπὶ δυνάμει λόγων μεγίστην δόξαν ἔχοντα, ἐν βραχέσιν ἐπιστομίσας. Προφέροντος γὰρ αὐτοῦ τὰ πάθη καὶ τὸν σταυρὸν καὶ πλατὺν καταχέοντος γέλωτα, ἀπεκρίθην ἐγὼ πρᾴως· «Πόθεν γὰρ ἔχεις δεῖξαι ὅτι ἐσταυρώθη;» Πάντων δὲ τῶν ἀκροωμένων καταπλαγέντων καὶ ἐννοούντων τί ἄρα βουλόμενος κατασκευάσαι τοῦτ’ ἔφην, ἀπεκρίνατο ἐκεῖνος, ὡς δὴ τὴν νίκην ἀκονιτὶ ἀναιρησόμενος· «Ἐν τοῖς εὐαγγελίοις γέγραπται.» Ὧι εὐθὺς ἀντεπήγαγον· «Οὐκοῦν ἐν αὐτοῖς καὶ ὅτι ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνῆλθε γέγραπται. Εἰ μὲν οὖν πιστεύεις τοῖς εὐαγγελίοις, καὶ τοῦτο κἀκεῖνο λέγουσι πίστευσον, εἰ δὲ μή, ἀτοπώτατον ποιεῖς τὸ μὲν ἐγκρίνων, τὸ δὲ ἐκβάλλων. Μὴ γὰρ δὴ περὶ τὰς ὕβρεις ἀναπεπετασμένας καὶ ὀξυτάτας ἔχε τὰς ἀκοάς, περὶ δὲ τὰ λαμπρὰ καὶ θεῖα πεφραγμένας, καὶ μάλιστα ἐπειδὴ πάντες οἱ λεγόμενοί σου θεοὶ ὑπὸ τοῦ σταυρωθέντος ἡττήθησαν. Εἰ μὲν οὖν ἐσταυρώθη, δῆλον ὅτι καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνῆλθεν, εἰ δὲ τὰ λαμπρὰ παραγράφῃ, μηδὲ τὰ ἐπονείδιστα πρόφερε. Θάτερον γὰρ θατέρου ἤρτηται, καὶ διαζευχθῆναι οὐκ ἀνέχεται.» Τούτων τοιγαροῦν εἰρημένων, τοσοῦτος ἐξερράγη κρότος ὡς κἀμὲ κἀκεῖνον ἐρυθριᾶσαι· ἐμὲ μέν, ὅτι ὑπὲρ τὴν ἐμὴν ἀξίαν ὁ ἔπαινος ἦν· ἐκεῖνον δέ, ὅτι ταῖς οἰκείαις συνεδέθη φωναῖς.