ΩΡΙΩΝΙ ΜΟΝΑΖΟΝΤΙ
Τὰ παραδείγματα οὐχ ἅπαντα λαμβάνεται, ἐπεὶ οὐκ ἂν εἴη παραδείγματα, ἀλλὰ ταυτότης. Εἰ γὰρ καὶ τὸ ἀκέραιον καὶ ἀκακόηθες προσέταξε μιμεῖσθαι τῆς περιστερᾶς, ἀλλὰ τὸ ἀνόητον ἐκκλίνειν χρή, ὅπερ ἐστὶ τὸ εἰς ἐκείνους καταφεύγειν τοὺς θηρᾶν σπουδάζοντας. Εἰ γὰρ καὶ μὴ βλάπτειν χρή, ἀλλ’ οὐδὲ εἰς τὰ καίρια βλάπτεσθαι προσήκει, οὐδὲ πρὸς ἐκείνους τρέχειν ὧν κέρδος μέγιστον ἡ ἀπαλλαγή. Εἰ δὲ καὶ μαρτυρίαν θέλεις ἐναργῆ λαβεῖν τῶν λεγομένων, ἄκουε τοῦ προφήτου λέγοντος Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Εἰ δὲ καὶ τὴν αἰτίαν ζητεῖς, αὐτὸς εὐθὺς ἐπάγει· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Δύο, φησίν, ἐθνῶν τυραννίδα καὶ μῖσος καὶ ἀρχαίαν νοσούντων πλεονεξίαν, τὸ μὲν ἐπεκαλεῖτο εἰς βοήθειαν, πρὸς δὲ τὸ <ἕτερον> κατέφευγεν ὡς σωτηρίας τευξόμενος. Τίς οὖν τούτου, φησί, ἀνοητότερος γένοιτ’ ἄν, τοῦ πρὸς ἐκείνους ὁρμῶντος τοὺς τὴν αἰχμαλωσίαν αὐτοῦ καὶ τὴν δουλείαν ὀνειροπολοῦντας;