ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ
Ἡ φύσις ἀνάγκῃ καὶ ὅροις δέδεται, ἡ δὲ προαίρεσις ἐλευθερίᾳ καὶ ἐξουσίᾳ τετίμηται. Τί τοιγαροῦν τὸ σῶμα καλλωπίζων, τῆς ψυχῆς ἀμελεῖς; Μυρία μὲν γὰρ ἐὰν μηχανήσῃ, τὸ εἰδεχθὲς σῶμα εὔμορφον οὐ ποιήσεις, ῥᾷον δὲ τὴν ψυχὴν εἰς αὐτὴν τοῦ κάλλους ἀναγάγοις, εἰ βούλοιο, τὴν κορυφήν· καὶ τὸ μέν, εἰ καὶ δυνατὸν ἦν, ἀνωφελὲς ἦν καὶ ἐπίφθονον· τὸ δὲ καὶ ὠφέλιμον, καὶ φθόνου κρεῖττον, καὶ βασκανίας ἀνώτερον. Εἰ δὲ νομίζεις δύσκολον εἶναι τὸ ἀναβῆναι ἐπὶ τὴν κορυφὴν τῆς ἀρετῆς, μάλιστα μὲν εἰσὶν οἳ καὶ τοῦτο ἀνύσαντες, καὶ ἐκ τοῦ βυθοῦ τῆς κακίας πρὸς ἄκρον ἀναβεβηκότες ἀρετῆς· εἰ δέ σοι δύσκολον εἶναι τοῦτο δοκεῖ, καὶ ἀπόστηθι τῆς κακίας, καὶ ἅψαι τῆς ἐπὶ τὴν ἀρετὴν φερούσης ὁδοῦ· τὸ γὰρ ἔτι μικρὸν ἑαυτοῦ διαφέρειν οὐ δεῖ μικρὸν ἡγεῖσθαι. Τοῦτο δὲ ἔσται εἰ τοῖς μὲν πονηροῖς ἐπιτηδεύμασι μήτε αὐτὸς χρῆσθαι βουληθείης, μήτε τοῖς χρωμένοις χρῆσθαι, τοῖς δὲ ἀγαθοῖς καὶ πράγμασι καὶ ἀνδράσι συνάψειας σαυτόν. Τοὺς μὲν γὰρ ἀγαθοὺς οὐδὲ μισούμενον φεύγειν χρή, τοὺς δὲ πονηροὺς καὶ φιλούμενον.