δʹ. Ἐπεὶ οὖν ἀναμφισβήτητος οὗτός ἐστιν ὁ κανὼν, καὶ ἀκριβὴς οὗτος συνωνύμων ὅρος παρὰ τῇ θείᾳ Γραφῇ, φέρε, δείξωμεν ὅπως καὶ τὸν τρόπον ἐζήλωσε τὸν Ἰωάννου ὁ σοφὸς οὗτος ἡμῶν πατὴρ, ἵνα μάθητε ὅτι καὶ τῆς προσηγορίας οὗτος δικαιότερον ἂν κληρονομήσειε τῆς ἐκείνου. Οὐκ ἦν ἐκείνῳ τράπεζα, οὐδὲ κλίνη, οὐδὲ οἰκία ἐπὶ γῆς· ἀλλ᾽ οὐδὲ τούτῳ ποτὲ ἐγένετο. Καὶ τούτου μάρτυρες ὑμεῖς, πῶς τὸν ἅπαντα χρόνον διετέλεσεν, ἀποστολικὸν ἐπιδεικνύμενος βίον, μηδὲν ἴδιον ἔχων, ἀλλὰ παρ᾽ ἑτέρων τρεφόμενος, αὐτὸς τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ τοῦ λόγου προσκαρτερῶν. Ἐκήρυξεν ἐκεῖνος, πέραν τοῦ ποταμοῦ διατρίβων ἐν ταῖς ἐρημίαις· καὶ οὗτος πέραν τοῦ ποταμοῦ ποτε τὴν πόλιν πᾶσαν λαβὼν, τὴν ὑγιῆ διδασκαλίαν ἐπαίδευσεν. ᾬκησεν ἐκεῖνος εἰς δεσμωτήριον καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν ὑπὲρ τοῦ νόμου παῤῥησίαν· ἀλλὰ καὶ οὗτος πολλάκις τῆς πατρίδος ἐξέπεσε διὰ τὴν ὑπὲρ τῆς πίστεως παῤῥησίαν, πολλάκις δὲ καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ φέροντες οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάντοθεν ἔῤῥαπτον ἐπιβουλὰς, καὶ ἐκ πασῶν αὐτὸν ἐῤῥύσατο Κύριος. Φέρε οὖν γλώττης ἀκούσωμεν ταύτης, δι᾽ ἣν καὶ ἐκινδύνευσε καὶ ἐσώθη. Περὶ ἧς οὐκ ἄν τις ἁμάρτοι τοῦτο εἰπὼν, ὃ περὶ τῆς γῆς [τῆς] ἐπαγγελίας εἴρηκε Μωσῆς.