Ἀλλ᾽ ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀνέπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας. Καὶ γὰρ ἀνεμνήσθη τοῦ μακαρίου Δαυῒδ, ὃς καὶ ἁλουργίδα περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὰ σκῆπτρα τοῦ τῶν Ἑβραίων ἔχων δήμου, ἐπειδὴ τὴν κιβωτὸν ἀνέφερε, τὴν σκηνὴν ἅπασαν ἐκείνην ἀφεὶς, ἐσκίρτα καὶ ἐχόρευε καὶ ἐπήδα μεγάλα παίζων τε καὶ ὀρχούμενος, καὶ διὰ τῶν ἁλμάτων τὴν ἡδονὴν ἐπιδεικνύμενος, ἢν εἶχεν ἐπὶ τοῖς τελουμένοις. Εἰ δὲ ἐν τῇ σκιᾷ καὶ τῷ τύπῳ τοσαύτην ἐπιδείκνυσθαι θερμότητα ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος καὶ τῆς ἀληθείας· ἐπεὶ καὶ αὕτη κιβωτὸν ἀνῆγε πολλῷ βελτίονα ἐκείνης τῆς τοῦ Δαυΐδ. Οὐ γὰρ πλάκας λιθίνας, ἀλλὰ πλάκας ἔχει πνευματικὰς, καὶ χάριν ἐπανθοῦσαν, καὶ δωρεὰν ἀποστίλβουσαν, καὶ ὀστᾶ αὐταῖς ἀντιλάμποντα ταῖς ἀκτῖσι· μᾶλλον δὲ λαμπροτέραν ἀφίενται ἀστραπήν. Ἀκτῖνα μὲν γὰρ βλέποντες ἡλιακὴν, οὐδὲν πάσχουσι δαίμονες· τὴν δὲ ἐντεῦθεν ἐκπηδῶσαν λαμπηδόνα μὴ φέροντες, ἀποτυφλοῦνται καὶ δραπετεύουσι καὶ ἐκ πολλοῦ φεύγουσι τοῦ διαστήματος· τοσαύτη καὶ τῆς τέφρας τῶν ἁγίων ἡ δύναμις, οὐκ ἔνδον ἐγκαθημένη μόνον ἐν τοῖς λειψάνοις, ἀλλὰ καὶ περαιτέρω προϊοῦσα καὶ τὰς ἀκαθάρτους ἀπελαύνουσα δυνάμεις, καὶ τοὺς μετὰ πίστεως προσιόντας μετὰ πολλῆς ἁγιάζουσα τῆς περιουσίας.