Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁγίας Βερνίκην καὶ Προσδόκην
Εισαγωγή στην τιμή των μαρτύρων και ο θρίαμβος επί του θανάτου
Εγκωμιασμός των αγίων γυναικών και η θεολογική σημασία της κατάργησης του φοβερού θανάτου μέσω της χάριτος του Σταυρού.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή στην τιμή των μαρτύρων και ο θρίαμβος επί του θανάτου
Εγκωμιασμός των αγίων γυναικών και η θεολογική σημασία της κατάργησης του φοβερού θανάτου μέσω της χάριτος του Σταυρού.
ΕΙΣ ΤΑΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΑΣ Βερνίκην καὶ Προσδόκην παρθένους, καὶ Δομνίναν τὴν μητέρα αὐτῶν, ὁμιλία ἐγκωμιαστική. αʹ. Οὔπω εἴκοσιν ἡμέρας ἔχομεν σταυροῦ μνείαν ἐπιτελέσαντες, καὶ ἰδοὺ μαρτύρων μνείαν ἐπιτελοῦμεν.
Εἶδες πῶς ταχὺς ὁ καρπὸς τοῦ θανάτου τοῦ Χριστοῦ; δι᾽ ἐκεῖνο τὸ πρόβατον αὗται αἱ δαμάλεις ἐσφάγησαν· δι᾽ ἐκεῖνον τὸν ἀμνὸν ταῦτα τὰ θύματα, δι᾽ ἐκείνην τὴν θυσίαν αὗται αἱ προσφοραί· οὔπω εἴκοσιν ἡμέρας ἔχομεν, καὶ εὐθέως τὸ ξύλον ἐβλάστησε τοῦ σταυροῦ τὰ καλὰ τῶν μαρτύρων βλαστήματα· ταῦτα γὰρ ἐκείνου τοῦ θανάτου τὰ κατορθώματα. Ἴδε τοίνυν τὴν ἀπόδειξιν τῶν τότε εἰρημένων δι᾽ αὐτῶν σήμερον ἐκβεβηκυῖαν τῶν ἔργων. Τότε ἔλεγον, Συνέκλασε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε· σήμερον ταῦτα δείκνυται διὰ τῶν ἔργων. Εἰ γὰρ μὴ συνέκλασε τὰς πύλας τὰς χαλκᾶς, οὐκ ἂν κεκλεισμένων αὐτῶν ἐτόλμησαν αἱ γυναῖκες οὕτω ῥᾳδίως εἰσελθεῖν· εἰ μὴ συνέθλασε τὸν μοχλὸν τὸν σιδηροῦν, οὐκ ἂν αἱ παρθένοι ἴσχυσαν αὐτὸν ἀφελέσθαι· εἰ μὴ τὸ δεσμωτήριον ἄχρηστον ἐποίησεν, οὐκ ἂν μετὰ τοσαύτης ἀδείας εἰσῆλθον αἱ μάρτυρες. Εὐλογητὸς ὁ Θεὸς, γυνὴ θανάτου κατατολμᾷ, γυνὴ ἡ θάνατον εἰς τὴν ζωὴν εἰσαγαγοῦσα τὴν ἡμετέραν, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, τοῦτο τοῦ διαβόλου κατήνεγκε τὴν ἰσχύν· τὸ σκεῦος τὸ ἀσθενὲς καὶ εὐεπηρέαστον τοῦτο γέγονεν ὅπλον ἀκαταγώνιστον· γυναῖκες θανάτου κατατολμῶσι· τίς οὐκ ἂν ἐκπλαγείη; Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι οἱ διαπιστοῦντες τῇ ἀναστάσει τοῦ Χριστοῦ.
Τί γὰρ μεῖζον, εἰπέ μοι, ζητεῖς σημεῖον τῆς ἀναστάσεως ἐκείνης, ὅταν ἴδῃς τοσαύτην μετάστασιν πραγμάτων γεγενημένην;
著作
文本
在新窗口中打开相关段落。