ΚΕΦΑΛ. ΙΕʹ. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν· λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. [Cod. f. 65 a.] Ἄρα παρ᾽ ἡμῖν τὸ πᾶν, τὸ καὶ ἐγείρειν καὶ κατευνάζειν· οὐκ ἄρα ὁ ὀργιζόμενος Κύριος, ἀλλ᾽ ἡμεῖς, τοῦ ἐκεῖνον ὀργίζεσθαι, ἢ μὴ, παρασκευάζοντες· εἰ δὲ φρονίμους [ὀργὴ] ἀπόλλυσι, πόσῳ μᾶλλον περὶ ὧν εἴρηται, Ἄφρονα ἀναιρεῖ ὀργή; ὃ δὴ συμβαίνει καὶ τὸν φρόνιμον ἐξ ἀπροσεξίας παθεῖν. Ὑποπίπτουσα δὲ [ἀπόκρισις] ἀποστρέφει θυμὸν, ἤγουν ἡ τοῦ ἀποκρινομένου κατάστασις, ταπεινὴ φαινομένη, καὶ τραχὺ μηδὲν ἔχουσα. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ἰᾶται δὲ γλῶσσα μὴ ἁμαρτάνουσα λόγῳ· νόσος γὰρ γλώττης, ἡ δι᾽ αὐτῆς ἁμαρτία· Πνεύματος δὲ τοῦ ἁγίου δηλονότι πλησθήσεται ὁ συντηρῶν ταύτην καὶ μὴ ἁμαρτάνων ἐν γλώσσῃ. Χείλη σοφῶν δέδεται αἰσθήσει· καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. [Cod. f. 66 b.] Ὅρα τούτους μὲν καὶ ἔξωθεν ἀσφαλεῖς ἀπὸ γλώσσης καὶ λελογισμένους, ἐκείνους δὲ, οὐδὲ ἔνδον· ἀπὸ γὰρ καρδίας διέφθαρται. Ἢ ὅτι κινοῦσιν οἱ φαῦλοι εἰς τὸ λέγειν τὴν γλῶτταν, τῆς τῶν λεγομένων ἀναισθητοῦντες δυνάμεως· σοφοὶ δὲ διὰ τὴν αἴσθησιν τὰ χείλη δεσμοῦσιν.