Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Ἀναστασίαν
Η πρόοδος του Ευαγγελίου και η καταληκτήρια δοξολογία
Τελική αναφορά στην εξάπλωση του κηρύγματος μέσα από τα δεσμά, συνοδευόμενη από προτροπές για υπομονή και την καθιερωμένη δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η πρόοδος του Ευαγγελίου και η καταληκτήρια δοξολογία
Τελική αναφορά στην εξάπλωση του κηρύγματος μέσα από τα δεσμά, συνοδευόμενη από προτροπές για υπομονή και την καθιερωμένη δοξολογία.
Διὰ ταῦτα Παῦλος βεβαίωσιν εὐαγγελίου καλεῖ τοὺς πειρασμούς· διὰ ταῦτα καὶ ἀλλαχοῦ φησι· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὸ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τίς εἶδε, τίς ἤκουσεν, ὅτι δεσμὰ θάρσος ποιεῖ, καὶ ἅλυσις παῤῥησίαν ἐργάζεται, οὐ τῷ δεδεμένῳ μόνον, ἀλλὰ καὶ τοῖς μαθητευομένοις; Ἀλλ᾽ ὅμως, ὅτε ταῦτα ἐγίνετο, διὰ τῶν ἐναντίων τὸ κήρυγμα ᾔρετο, καὶ οἱ μαθηταὶ, τοῦ διδασκάλου πολεμουμένου καὶ ἐπιβουλευομένου καὶ δεσμουμένου, μᾶλλον ἐθάῤῥουν, μᾶλλον ἐσκίρτων, μᾶλλον ἐπήδων. Ἐπῃνέσατε τὰ εἰρημένα; Λοιπὸν μιμησώμεθα τὴν ἀνδρείαν, ζηλώσωμεν τὴν ἀρετὴν, καὶ μηδὲν ἡμᾶς πτοείτω, μηδὲν θορυβείτω τῶν πειρασμῶν· ταῦτα γὰρ ἅμματα τῆς εὐσεβείας, ταῦτα πτερὰ τῆς φιλοσοφίας, ταῦτα ἰσχυροὺς καὶ ἀχειρώτους κατασκευάζει, ταῦτα πλείονα πρὸς τὸν Θεὸν δίδωσι τὴν παῤῥησίαν, μείζονα ἐπισπᾶται τὴν εὔνοιαν, πολλὴν ἐπισκηνῶσαι ποιεῖ τὴν χάριν. Ἵνα οὖν ἁπάντων τούτων ἀπολαύωμεν, φέρωμεν ἅπαντα, παρακαλῶ, τὰ συμπίπτοντα, διὰ πάντων τὸν Θεὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。