Κορέννυνται μὲν ἐπὶ τῆς φάτνης ἑστῶτα τὰ πρόβατα· ἀλλ᾽ ἐπειδὰν ἔξω γένηται τῶν σηκῶν, πλείονα ἀπὸ τῶν πεδίων καρποῦνται τὴν ὠφέλειαν, μετὰ πολλῆς τῆς τέρψεως κατακύπτοντα, καὶ τὴν πόαν διὰ τῶν ὀδόντων ἀποκείροντα, καθαρόν τε ἀέρα ἀναπνέοντα, καὶ πρὸς ἀκτῖνα βλέποντα διειδῆ καὶ φαιδρὰν, παρὰ λίμνας καὶ πηγὰς σκιρτῶντα καὶ ποταμούς· φέρει δὲ αὐτοῖς καὶ ἡ γῆ τινα τέρψιν τοῖς ἄνθεσι καλλωπιζομένη πάντοθεν. Οὐκ ἐπ᾽ ἐκείνων δὲ μόνον, ἀλλὰ καὶ ἐφ᾽ ἡμῶν τοῦτο πολλὴν ἔχει τὴν ὠφέλειαν. Πλήρης μὲν γὰρ ἡμῖν καὶ ἔνδον ἡ τράπεζα τῶν πνευματικῶν ἐδεσμάτων παρέκειτο, ἀλλ᾽ ἡ πρὸς τοὺς ἁγίους ἔξοδος τούτους ἔχει τινὰ καὶ ψυχαγωγίαν καὶ κέρδος τῆς ψυχαγωγίας οὐκ ἔλαττον, οὐκ ἐπειδὴ καθαρὸν τὸν ἀέρα ἀναπνέομεν, ἀλλ᾽ ἐπειδὴ πρὸς τὰ τῶν γενναίων τούτων κατορθώματα βλέπομεν· οὐ παρὰ ποταμοὺς ὑδάτων, ἀλλὰ παρὰ ποταμοὺς χαρισμάτων σκιρτῶντες· οὐ κατακύπτοντες, καὶ πόαν κείροντες τοῖς ὀδοῦσιν, ἀλλὰ μαρτύρων ἀρετὰς ἀναλεγόμενοι· οὐχὶ γῆν ὁρῶντες καλλωπιζομένην ἄνθεσιν, ἀλλὰ σώματα βλέποντες χαρίσμασι βρύοντα πνευματικοῖς. Ἕκαστον μὲν οὖν τῶν μαρτυρίων παρέχει τοῖς συλλεγομένοις κέρδος οὐ μικρὸν, μάλιστα δὲ ἁπάντων τοῦτο· ὁμοῦ τε γὰρ ἐπέβη τις τῶν προθύρων, καὶ πλῆθος εὐθέως τάφων πανταχόθεν προσπίπτει τοῖς ὀφθαλμοῖς, καὶ ὅπου περ ἂν ἴδῃ, λάρνακας καὶ μνήματα καὶ θήκας ὁρᾷ τῶν κατοιχομένων.