阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Θέκλαν τὴν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Διάσωση της μάρτυρος και προτροπή προς εγκράτεια

Αναφορά στη θαυμαστή απαλλαγή της αγίας Θέκλας και γενική προτροπή για πνευματικό αγώνα κατά των σαρκικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 2

Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.» Καὶ ταχεῖα ἡ τῆς κόρης βοήθεια· ἀφανοῦς γὰρ γενομένης ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον κερδάνας ἀσελγείας ἱπποδρομίαν. Τῷ νυμφίῳ δὲ ἡ νύμφη παρειστήκει που ψάλλουσα· «Δικαίως ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Μάθωμεν δὴ καὶ ἡμεῖς τοὺς κατὰ τῶν σαρκικῶν τῆς ἐγκρατείας ἀγῶνας, ἐπιστρατεύσωμεν ἡδοναῖς ὡς ἡ μάρτυς, ὑπὲρ σαρκὸς κατὰ σαρκὸς ὁπλισώμεθα, τῇ τῆς ἀναστάσεως τὰ μέλη προευτρεπίσωμεν δόξῃ, μὴ κρατώμεθα τέρψεσι τὰ τῆς γεέννης ὀδυνηρὰ προξενούσαις, φεύγωμεν τὸ ἡδύ, ἵνα μὴ τὸ ὄντως ἡδὺ ἀφ᾽ ἡμῶν δραπετεύσῃ.