Οὗτος γὰρ, φησὶν, ὁ ἰατρὸς ἐξ οὐρανοῦ παραγέγονεν· οὐκ ἐπιτάττει φαρμάκων πολυδαπάνων ὕλην, οὐ κατατέμνει σιδήρῳ, οὐκ ἐπάγει τὰς ὀδύνας· οἶδε τὰ τοῦ θήλεος· ἐκ παρθένου γὰρ μητρὸς ὡς ἠθέλησεν ἐπεδήμησεν· οὐ μολύνεται τὰ λανθάνοντα διερευνώμενος πάθη· αὐτός ἐστι τῶν κρυφίων ἐπόπτης. Γυνή εἰμι, καὶ περιφέρω πάθος αἰσχρὸν καὶ κρυπτόν· ἔχω γὰρ αἱμάτων ἀκένωτα ῥεῖθρα, καὶ κρήνας ἀνελλιπεῖς ὀχετῶν ἀκαθάρτων. Χρῄζω τοίνυν πηγῆς, ἥτις ἐστὶν αὐτὸς, ἵνα μου λάθρα καθαρίσῃ τὴν ἀσχήμονα ῥύσιν· νόμος γὰρ τὴν τοιαύτην οὐ προσίεται νόσον. Ὄχλος με τὴν ἀθλίαν ὡς μυσαρὰν ἀπωθεῖται· ἀλλ᾽ ὁ παρὼν ἰατρὸς, τῆς φύσεως ὢν δημιουργὸς, ὃς ἀνέπλασεν ἐκ πλευρᾶς, ἀπαλλάξαι φθορᾶς οὐκ ἂν παραιτήσηται· λόγῳ γὰρ μόνῳ κελεύει, καὶ τὸ πάθος οὐ μένει· ταράττεται τῷ Πνεύματι, καὶ τὸν ᾅδην τοὺς νεκροὺς ἀναπράττει· ἐξ ὀλίγων ἄρτων ἐμπιπλᾷ χιλιάδας, νίπτεται δάκρυσι καὶ πηγάζει τὴν ἄφεσιν. Ἀλλ᾽ οὐδεὶς τοῦτο θαῤῥεῖ, εἰ μὴ μόνη πίστις ἀδίστακτος· ταύτην οὖν παραλαβοῦσα χειραγωγὸν κατὰ ψυχὴν πρόσειμι λαθοῦσα, καὶ σιγῇ λῃστεύω τὴν θεραπείαν ἀφῇ· κἂν μὲν λάθω, κέρδος τὸ πᾶν, οἶδα γὰρ ὅτι σωθήσομαι· εἰ δὲ μὴ λαθοῦσα εἰς μέσον κληθείην, οὐκ ἂν ἐγκληθείην διὰ θεραπείαν τολμήσασα, οὐδὲ ἀναπραχθήσομαι ἅπερ ἡ πίστις ἐσύλησεν· ἀμεταμέλητα γὰρ ὡς Θεοῦ ὑπάρχει πάντα τὰ ταύτης χαρίσματα· ὁ γὰρ εἰπὼν τῇ θαλάσσῃ.