Καθάπερ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἐν ἀξιώμασι καὶ ἀρχαῖς, καὶ πολλὴν πρὸς αὐτὸν παῤῥησίαν ἔχοντες, πρὸ τῆς πόλεως ἐξελθόντες ἀπαντῶσιν, οἱ δὲ κατάδικοι καὶ οἱ κατακεκριμένοι ἔνδον φυλάττονται τὴν ψῆφον τὴν παρὰ τοῦ βασιλέως ἀναμένοντες· οὕτω καὶ ὅταν ὁ Κύριος παραγίνηται, οἱ μὲν παῤῥησίαν ἔχοντες εἰς μέσον αὐτῷ ἀπαντῶσι τὸν ἀέρα, οἱ δὲ κατάδικοι καὶ πολλὰ ἑαυτοῖς συνειδότες ἁμαρτήματα ἐνταῦθα ἀναμένουσι τὸν δικαστήν. Τότε καὶ ἡμεῖς ἁρπαγησόμεθα· οὐκ ἐμαυτὸν ἀριθμῶν εἰς τὴν ψῆφον τῶν ἁρπαζομένων εἶπον, ἡμεῖς· οὐχ οὕτως ἀναίσθητός εἰμι καὶ ἀγνώμων, ὡς ἀγνοεῖν τὰ οἰκεῖα ἁμαρτήματα. Εἰ γὰρ μὴ συνταράξαι ἐφοβούμην τὴν ἡδονὴν τῆς παρούσης ἑορτῆς, κἂν ἐδάκρυσα πικρὸν ταύτης ἀναμνησθεὶς τῆς φωνῆς, ἐπειδὴ καὶ τῶν οἰκείων ἁμαρτιῶν ἐμνήσθην. Ἐπειδὴ δὲ οὐ βούλομαι συγχεῖν τῆς παρούσης ἑορτῆς τὴν εὐφροσύνην, ἐνταῦθα καταλύσω τὸν λόγον, ἀκμάζουσαν ὑμῖν τῆς ἡμέρας ἐκείνης τὴν μνήμην ἐπαφεὶς, ἵνα μήτε ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ χαίρῃ, μήτε ὁ πένης ἐπὶ τῇ πενίᾳ ταλανίζῃ ἑαυτόν· ἀλλ᾽ ἕκαστος, ἀφ᾽ ὧν ἑαυτῷ σύνοιδεν, ἢ τοῦτο ἢ ἐκεῖνο ποιῇ. Οὔτε γὰρ ὁ πλούσιος μακάριος, οὔτε ὁ πένης ἐλεεινός· ἀλλ᾽ ὃς ἐὰν τῆς ἁρπαγῆς ἐκείνης καταξιωθῇ τῆς ἐν νεφέλαις, μακάριος καὶ τρισμακάριος, κἂν ἁπάντων πενέστατος ᾖ· ὥσπερ οὖν ὁ ἐκπεσὼν, ἐλεεινὸς καὶ τρισάθλιος, κἂν ἁπάντων εὐπορώτατος ᾖ.