阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η κατάργηση της αμαρτίας διά του Σταυρού και το μυστήριο της ευσέβειας

Αναφορά στην ήττα της αμαρτίας μέσω του σταυρικού θανάτου και εισαγωγική προσέγγιση του μυστηρίου της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὸ τῆς ἁμαρτίας κατὰ τῆς ἁμαρτίας ἀντέστραπται τέχνημα. Τέχνη μὲν γὰρ τῆς ἁμαρτίας σταυρὸς, καὶ τὸ σῶμα θανάτῳ περιβαλεῖν ἀναμάρτητον· γέγονε δὲ ὁ σταυρὸς τῇ σταυρωθείσῃ σαρκὶ τῆς εἰς οὐρανὸν ἀνόδου μηχάνημα, καὶ τὸ περὶ τῆς ἁμαρτίας ῥηθὲν μεταβέβληται.

Πρότερον μὲν γὰρ ὁ Παῦλος ἐκήρυττεν, Ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι᾽ αὐτῆς ἀπέκτεινε· νῦν δὲ τῆς δικαιοσύνης τὸ ῥῆμα μηχανήματι πρέπον· ἡ γὰρ δικαιοσύνη ἀφορμὴν λαβοῦσα διὰ τῆς ἁμαρτίας, ἐξηπάτησεν αὐτὴν καὶ ἀπέκτεινε.

Τοῦτο τὸν Παῦλον ἐκπλῆξαν, εἰς ἐκείνην τὴν φωνὴν ἐνεκίνησε, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ἀνάστασις γὰρ ἐν τῷ σταυρῷ κεκρυμμένη, γέννησις δὲ ἀθανάτου ζωῆς· ἀθανασίαν ἀνθήσασαν τικτόμενος ἐξ ᾅδου τοῖς ἀνθρώποις ὁ βασιλεύς. Ἀληθῶς μυστήριον παμμέγα. Πῶς οὖν γνωστὸν τὸ μυστήριον;