阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Εόρτια προτροπή και κατακλείδα

Προτροπή προς τους πιστούς για πνευματική ανύψωση και ενάρετο βίο, ακολουθούμενη από την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ταύτην τοίνυν τὴν σωτήριον ἀνάληψιν νῦν ἑορτάζομεν· ταύτην τὴν δεσποτικὴν ἄνοδον πανηγυρίζομεν ἀνυμνοῦντες τῆς ἀῤῥήτου δωρεᾶς τοῦ Δεσπότου τὸ μέγεθος καὶ τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας ἀνακηρύττοντες τὸ κατόρθωμα, ἵνα καὶ ἡμεῖς λάμψαντες διὰ τῶν κατορθωμάτων καὶ τοὺς τῆς δικαιοσύνης ἐπιδειξάμενοι καρπούς· πρὸς τὸ ἡμῖν ὁμογενὲς ἀναδραμεῖν σπουδάσωμεν καὶ πρὸς αὐτὸν φθάσωμεν τὸν θρόνον τὸν βασιλικὸν, ὅπου ὑπὲρ ἡμῶν ἀνήγαγε τὸ συγγενὲς ὁ ἐνδυσάμενος, ἵνα καὶ τῷ Δεσπότῃ συμβασιλεύσωμεν καὶ τῶν παρ᾽ αὐτοῦ δωρεῶν ἀπολαύσωμεν, τῆς γῆς τὸν οὐρανὸν ἀνταλλαξάμενοι καὶ τῶν ἐπιγείων τὰ οὐράνια προτιμήσαντες, τὸν οὐράνιον πλοῦτον ἐμπορευσώμεθα, ὅπως τὰς παρὰ τοῦ Δεσπότου ἀμοιβὰς κομισώμεθα καὶ τῶν τοῦ Κυρίου δωρεῶν ἀπολαύσωμεν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.