Καὶ τίνες οἱ μάρτυρες τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ Κυρίου; Δέκα δύο μαθηταί. Ἀλλ᾽ ἀμφιβάλλεις ὦ Ἰουδαῖε καὶ ἀπιστεῖς τοῖς ἀποστόλοις τοῦ Χριστοῦ καὶ ὀφθαλμοῖς τοῖς θεασαμένοις ἐν νεφέλῃ ἀναβαίνοντα εἰς οὐρανοὺς τὸν Κύριον· οὐ πιστεύεις τοῖς τοσούτοις μάρτυσιν; Οὐκοῦν οὔτε τῷ νομοθέτῃ Μωυσεῖ πείθῃ; Τί γάρ φησιν Μωυσῆς· «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.» Ἄθλιε καὶ ταλαίπωρε· Μωυσῆς ὁ νομοθέτης τρεῖς συμφωνοῦντας μάρτυρας περὶ παντὸς πράγματος πίστεως ἀξίους εἶναι λέγει· καὶ Λουκᾶ τοῦ Εὐαγγελιστοῦ τετράκις τρεῖς μάρτυρας ἀξιοπίστους παράγοντος ἀποδοκιμάζεις, βέβηλε καὶ παράνομε; —Λεγέτω ὁ προφήτης Ἠσαΐας «νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν». Οὐ πείθῃ τοῖς ἡμετέροις δέκα δύο μάρτυσιν αὐτόπταις γενομένοις τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ Κυρίου; Εἷς ἄρτι ἐπιστομιζέτω σε μόνος Δανιὴλ ὁ προφήτης· ᾧ κἂν μυριάκις ἀπαναισχυντήσῃς, ἀντειπεῖν οὐ δύνασαι. Ἡκέτω Δανιὴλ ὁ προφήτης ἀποφράττων καὶ τὸ σὸν ἀναίσχυντον στόμα, καθάπερ καὶ τὸ τοῦ δράκοντός ποτε, καὶ ῥηγνύων καὶ τὴν σὴν γαστέρα καθ᾽ ὃ καὶ τὴν τοῦ θηρίου ἐκείνου τότε. Τί οὖν ὁ Δανιὴλ περὶ τῆς ἀναλήψεως τοῦ Κυρίου προφητεύων εἶπεν, ἀκούσωμεν· «Ἐθεώρουν, φησὶ, καὶ ἰδού· ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἀνερχόμενος» ἦν.