Ἐτετυράννηντο γὰρ πάντες ὑπὸ Βασιλεύοντος τότε θανάτου, ἕως οὗ παραγέγονεν ὁ βασιλεὺς τῶν αἰώνων, καὶ δήσας τὸν Ἰσχυρὸν, ἀπέλαβεν αὐτοῦ τὰ σκεύη. Σταυρουμένου γὰρ τοῦ Κυρίου, αἱ μὲν δυνάμεις τῶν οὐρανῶν ἐξενίσθησαν, ἡ δὲ κτίσις πᾶσα ἐκλονεῖτο, ὁρῶσα τὸ κοινὸν μυστήριον καὶ τὸ φοβερὸν θέαμα γενόμενον ἐπὶ τῆς γῆς. Ἐτρόμασε γὰρ ἡ γῆ, ἐκινήθη ἡ θάλασσα, ἐκλυδωνίσθη ἡ ἄβυσσος, πᾶσα ἡ κτίσις ἐταράχθη· ἐφοβήθησαν φωστῆρες οὐρανῶν, ἔφυγεν ὁ ἥλιος καὶ ἡ σελήνη, ἀστέρες ἐξέλιπον, ἡμέρα οὐχ ὑπέμεινεν, ἄγγελος ἐξήλατο τεταραγμένος τοῦ ναοῦ, περιεσχισμένου τοῦ καταπετάσματος τοῦ οἴκου· σκότος ἐπλήρωσε τὴν γῆν, τὰ στοιχεῖα ἀπεστράφη, καὶ ἡ ἡμέρα ἠλλοιώθη· οὐ γὰρ ἐβάσταζον ὁρῶντες τὸν ἑαυτῶν Δεσπότην καὶ ποιητὴν κρεμάμενον ἐπὶ ξύλου. Τότε ὁ ᾅδης κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ συνεκλάσθησαν.