Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν
Προετοιμασία για την Κρίση, κοινή ανάσταση και κατακλείδα
Προτροπές για έμπρακτη φιλανθρωπία εν όψει της τελικής κρίσεως, περιγραφή της αναστάσεως των δικαίων και καταληκτήρια δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προετοιμασία για την Κρίση, κοινή ανάσταση και κατακλείδα
Προτροπές για έμπρακτη φιλανθρωπία εν όψει της τελικής κρίσεως, περιγραφή της αναστάσεως των δικαίων και καταληκτήρια δοξολογία.
Ἐπεὶ οὖν πρόκειται τῶν βεβιωμένων λογοθέσιον, καὶ παγκόσμιον δικαστήριον, τῶν ταλάντων τὴν ἐργασίαν ἀπαιτοῦν, τοῦ μυστικοῦ γάμου τὴν ἀθέτησιν, τὴν λαμπαδουχίαν τοῦ νυμφῶνος, τοῦ σπόρου τὴν αὔξησιν, τοῦ ἀμπελῶνος τὸν καρπὸν, καὶ ὅσα διὰ τῶν παραβολῶν ἡμῖν ἀπεκάλυψε, τὸν βίον ταλαντεύσωμεν, τὰ τοῦ βίου συναλλάξωμεν, οὐκ ἀργυραμοιβοῦντες, οὐδὲ χρυσορυχοῦντες, οὐ βαρέως δανείζοντες· ταῦτα γὰρ καὶ ὁ κριτὴς ἀποστρέφεται· ἀλλὰ πτωχοτροφοῦντες, φιλοξενοῦντες, θεοκλητοῦντες, καὶ ὅσα τοῦ κριτοῦ τὴν ὀργὴν μαλάττειν ἐπίσταται. Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος, τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι· ἀλλ᾽ αἱ χῆραι τὸν Πέτρον κυκλώσασαι, καὶ τὰ δῶρα τῆς νεκρᾶς ἐπιδεικνύμεναι, ἐξ ᾅδου τὴν τεθνεῶσαν ἀνέσπασαν. Εἰ δὲ νεκρὸν τὸ σῶμα δάκρυα χηρῶν ἐψύχωσε, πρόδηλον ὅτι καὶ αὖθις τεθνηξόμενον, ὁποῖά τινα παρέξειν οἴει ἐν ταῖς τῶν ἀγαθῶν ἀποδόσεσι τὸν κριτὴν τοῖς ἀφειδεῖ δεξιᾷ τὴν πτωχοτροφίαν ἀσκήσασι, καὶ μαρτυρίας πτωχῶν οὐκ ἀποῤῥήξασι;
Τότε γὰρ τὸ δῶρον ἀναφαίρετον, οὐκ ἔτι θανάτου μεσιτεύοντος, ἀλλὰ διηνεκοῦς ἐκτεταμένης ζωῆς. Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι καὶ ἄτρεπτοι, κατὰ τὴν τοῦ Δεσπότου μίμησιν. Καὶ καθάπερ αὐτὸν νεφέλη τις ὑπέλαβεν, οὕτω καὶ ἡμεῖς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Ἐν νεφέλαις ἁρπαγησόμεθα. Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα· Καὶ οὕτω, φησὶ, πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὰ τοῦ Κυρίου φρονοῦντες, τὰς ἐντολὰς αὐτοῦ φυλάξαντες. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς μακαρίας ἐκείνης ἀξιωθῆναι φωνῆς· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου. Αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。