Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ Χριστὸν δοξολογοῦμεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὔαν ἀλλὰ τὴν θεοτόκον παρθένον μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν σταυρὸν βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ᾽ εἰς οὐρανοὺς ἀνερχόμεθα, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ᾽ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς· Νυκτὶ ὡμοίωσα τὴν ἡμέραν σου, ἀλλὰ ψάλλομεν πνευματικῶς· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Διὰ τί; Ὅτι ὁ ἥλιος οὐκέτι σκοτίζεται 〈ἀλλὰ πάντα φωτίζεται〉, οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ᾽ ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι τὰ βαΐα τῶν φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν λέγοντες· Δίκαιος ὡς φοίνιξ ἀνθήσει.