Ἐξήρανε καὶ λανθάνουσα πίστις αἱμάτων ῥοὰς, καὶ ἐπ᾽ ἄλλων μὲν προλαμβανούσης αἰτήσεως ἠκολούθει τὸ δῶρον, ἐνταῦθα δὲ σιγῶσα παρὰ σιγῶντος, ὡς ἐνόμιζεν, ἀπεσύλα τὸ χάρισμα. Ὢ γυναικὸς ἀθλίας καὶ μακαρίας ὁμοῦ! ἀθλίας διὰ τὰ πρῴην, μακαρίας διὰ τὰ δεύτερα· Ἰδοὺ γὰρ, φησὶ, Γυνὴ ἐν ῥύσει αἵματος αὐτῆς δώδεκα ἔτη. Τοσοῦτος ἡμερῶν εἰ ἦν ἀριθμὸς, ὁπόσος ἐτῶν ἠνάλωτο χρόνος, κατεδάμασεν αὐτὴν ἂν, οὐχὶ δὲ ἔτη δώδεκα. Εἰς φύσιν, ὡς οἶμαι, τὸ πάθος μετέπεσεν· ἥτις ἰατροῖς προσαναλώσασα τὸν βίον ὅλον, τῷ τοῦ σώματος μαρασμῷ καὶ τὴν τῶν χρημάτων προσέθηκε μείωσιν· ὑπ᾽ οὐδενὸς δὲ ἴσχυσε θεραπευθῆναι. Ὢ τὸ, Οὐκ ἴσχυσεν· ἀνταγωνιστὴν εἶχεν ἡ γυνὴ τὸν τοῦ πάθους πολέμιον· ἐπήγαζεν ἄρα τῆς γυναικὸς ἡ γαστὴρ, κρουνός τις αἱμάτων ἀνελλιπὴς κατεφέρετο· οὐδὲ τοσούτου χρόνου τὸ μῆκος τῷ τῆς δυσωδίας ὀχετῷ τὴν φορὰν ἐδαπάνα.