Εἰ γὰρ ἐκείνη δωδεκαέτη χρόνον πολεμηθεῖσα τῷ πάθει, τὸν τῆς ὑπομονῆς οὐκ ἐξέλυσε τόνον, ἡμεῖς ἄλλην μίαν ἡμέραν τοῖς μακροῖς ἀγῶσι τῆς γυναικὸς οὐκ ἐναπομείνωμεν; ἧς τὴν πίστιν καὶ ὁ τῶν μαρτύρων δῆμος ἐζήλωσεν, οὐ δεσποτικῶν κρασπέδων ἁψάμενοι, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα διὰ Χριστὸν ἐκδυσάμενοι. Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, πρὸς ζῆλον τῆς ὁμοίας πίστεως τὰς ἡμετέρας διαναστήσωμεν γνώμας· μὴ γενώμεθα χείρους μιᾶς γυναικὸς ἀλλοφύλου, εἰ εἰς εὐσέβειαν πλέον ἡμεῖς ἢ ἐκείνη ἀπελαύσαμεν θέας. Ἐκείνη μόνον ἤρκεσεν ἅπαξ ἱματίου καθάψασθαι· ἡμεῖς δὲ καθ᾽ ἑκάστην, ὡς ἴστε, τὸ τοῦ Σωτῆρος σῶμα κατέχοντες, κἂν ὡς τρεφόμενοι τοῖς τοῦ Δεσπότου μέλεσιν, εὐχαριστίαν προσφέρωμεν· αὐτῷ γὰρ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.