Δεῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν· Δεῦρο, ὦ μῆτερ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῆς ἐπουρανίου πλήρωσον ἡμᾶς εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς· ἀπόκλεισον τὰ θέατρα τοῦ διαβόλου, ἄνελε τὴν λύσσαν, τὸ τῆς ἀπανθρωπίας θηροτρόφον συμπόδισον ἐργαστήριον, ἐπιτίμησον ἀνέμοις τῶν πονηρῶν πνευμάτων, μεταῤῥύθμισον εἰς τὴν τῶν ἀσωμάτων διαγωγὴν τοὺς νηστεύοντας, δεῖξον αἰδέσιμον πολιὰν πρεσβύτου, τῷ τῆς ἐγκρατείας ἕλκυσον ἀρότρῳ, φαίδρυνον ἄνδρας ἐν ἀσωτίᾳ διημερεύοντας, κόσμησον γύναια τὸ τῆς σεμνότητος στάδιον διερχόμενα, τὴν νεότητα πρὸς τὸν ἀγγελικὸν μεταῤῥύθμισον βίον· ἀναπνεύσωσι τῶν ματαίων πόνων οἱ κεκμηκότες ταῖς ἁμαρτίαις, τὸν τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤῥίψωνται ῥύπον· σὺ γὰρ πληροῖς οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν παράδεισον.