βʹ. Ἀλλ᾽ εἰσί τινες τῶν ἀνθρώπων τοσαύτης ἀνοίας πεπληρωμένοι, ὡς ψευδεῖς ἡγεῖσθαι τὰς θεοπνεύστους Γραφὰς, καὶ τὸ δίκαιον τοῦ Θεοῦ ἀλληγοροῦντες. Ἀκήκοα γάρ τινων φιλαμαρτημόνων, καὶ ὑπὸ πολλῆς φιληδονίας κατεχομένων, λεγόντων τοιαῦτα, ὅτι, φασὶν, Ὁ Θεὸς πρὸς φόβον τῶν ἀνθρώπων ἠπείλησε ταῦτα· μὴ γένοιτο γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων αὐτόν. Ἀκούσατε οὖν οἱ ἀπολωλεκότες τὰς καρδίας ἄνθρωποι, οἱ τῇ ὑποβολῇ τοῦ μισοκάλου πειθόμενοι τοῦ χαίροντος ὑμῶν τῇ ἀπωλείᾳ. Ἵνα γὰρ μὴ φοβηθέντες εἰς χρηστὸν βίον ἑαυτοὺς μεταβάλωμεν, καὶ φύγωμεν τῆς κολάσεως τὰ βασανιστήρια, διὰ τοῦτο εἰς ταύτην ἡμᾶς ἤγαγε τὴν ἀφοβίαν· ὅπως ἐνταῦθα ἀμελήσαντες, εἰς αὐτὸν τὸν τοῦ ᾅδου πυθμένα ἑαυτοὺς ἐμβάλωμεν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες, οἱ ῥήματα μόνον ψιλὰ τὰς ἁγίας Γραφὰς λογιζόμενοι, καὶ οὐχὶ ἀλήθειαν, τί νομίζετε, ὦ ἀνόητοι; οὐχ ὁ πλούσιος ἐκεῖνος κολάζεται, ὁ τὸν Λάζαρον ὑπεριδών; οὐχὶ αἱ μωραὶ παρθένοι τοῦ νυμφῶνος ἐκβάλλονται; οὐχὶ οἱ μὴ θρέψαντες Χριστὸν, εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος, χεῖρας καὶ πόδας δεθεὶς ἐκβάλλεται εἰς τὸ πῦρ; οὐχὶ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς;