Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν
Τα ολέθρια αποτελέσματα της μέθης και καταληκτήρια δοξολογία
Περιγραφή των συνεπειών της μέθης, προτροπή για αληθινή νηστεία κατά μίμηση του Χριστού και τελική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τα ολέθρια αποτελέσματα της μέθης και καταληκτήρια δοξολογία
Περιγραφή των συνεπειών της μέθης, προτροπή για αληθινή νηστεία κατά μίμηση του Χριστού και τελική δοξολογία.
Πολλὰ γὰρ ὄντως τὰ ἐκ τῆς μέθης κακά. Οἱ γὰρ καταμεθυσθέντες τῷ οἴνῳ, τὰς φρένας σκοτοδινιῶσιν, ὥσπερ οἱ παραπαίοντες καὶ τῶν φρενῶν ἐξιστάμενοι, καὶ ὧδε κἀκεῖσε περιφερόμενοι, τοίχῳ τε ἀπὸ τοίχου προσαρασσόμενοι, ἀπρεπῶς τε ἐνσειόμενοι τοῖς ἀπαντῶσι, καὶ ἀσχημόνως φερόμενοι κατὰ γῆς. Διὸ, ἀγαπητοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιούμενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι. Εἴ τις γὰρ εἰλικρινῶς νηστεύει, Χριστὸν μιμεῖται, γενόμενος ἐπὶ γῆς ἀγγέλοις ὁμοιοῦται, προφήτας ζηλοῖ, ἀποστόλοις κοινωνεῖ, καὶ ὅλως ἐναλλαγεὶς τὴν φύσιν διὰ τῆς νηστείας γίνεται δίκαιος ἐξ ἀδίκου, ἀγαθὸς ἐκ πονηροῦ, ἐξ ἀσεβοῦς εὐσεβὴ, καὶ οὕτω Χριστὸν κληρονομεῖ, τὸν θησαυρὸν τῆς ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。