Παιδίον μαστεύεται ἐν ἀγκάλαις μητρὸς καὶ τρέφει τὰ σύμπαντα, διὰ παντὸς ἐσθιόμενος. Ῥάβδος ἄνθος ἐβλάστησεν καὶ ῥίζαν εἰς βάθος διέδωκεν, ἀστὴρ ἀστέρα προβάλλεται καὶ φάτνη τὸν τόκον ἀσπάζεται. Σπάργανα πυρὶ ἐνειλίττονται καὶ μείωσις τούτων οὐ γίνεται· ζῷα ζῳὴν ἀναμάττονται καὶ σπήλαιον, φῶς ὑποδέχεται. Τρέχει πρώτη Βαβυλὼν ἐκ Περσίδος δῶρα κομίζουσα, Αἰθιοπία δὲ φθάζει, χερσὶν Θεὸν ὑποδέξασθαι. Ὑμνῳδοῦσιν ἄγγελοι καὶ ποιμένες ψάλλουσι, ἄνθρωποι δόξαν Θεῷ προσκομίζουσι, καὶ ἐπὶ γῆς εἰρήνην γνωρίζοντες. Φόβῳ Σαλώμη συνέχεται καὶ φωνῇ τὸν κριτὴν ἐκμειλίττεται, Δεσπότην τὸν τεχθέντα ὡμολόγησεν καὶ οἰκείας πληγῆς ἠλευθέρωται. Χερσὶν βαστάζει τὸν ἄχραντον καὶ χαρὰν ἐπέγνω σωτήριον. Ψυχαὶ δικαίων ἀγάλλονται καὶ χοροὶ βροτῶν εὐφραίνονται, ἡ ἔρημος πόλις ἐπέγνωσται, βασιλέως ἐνδημήσαντος. Ὡς ὁ τόκος ἄλεκτος, καὶ ἡ μήτηρ ἀμίαντος· καὶ διὰ ταῦτα πάντα ἀδιήγητον δι᾽ αἰῶνος ἐμφανίζεται πέλαγος ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.